1 Timothy 3
Stephanus Textus Receptus
Qualifications for Overseers

1πιστὸς ὁ λόγος Εἴ τις ἐπισκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπιθυμεῖ 2δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι μιᾶς γυναικὸς ἄνδρα νηφάλεον σώφρονα κόσμιον φιλόξενον διδακτικόν 3μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον 4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος 5εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται 6μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου 7δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου

Qualifications for Deacons

8Διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνῳ πολλῷ προσέχοντας μὴ αἰσχροκερδεῖς 9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει 10καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες 11γυναῖκας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλέους πιστὰς ἐν πᾶσιν 12διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων 13οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ

The Mystery of Godliness

14Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον· 15ἐὰν δὲ βραδύνω ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας

16καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμῳ ἀνελήφθη ἐν δόξῃ

Stephanus Textus Receptus (1550, with accents)

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
1 Timothy 2
Top of Page
Top of Page




Bible Apps.com