◄
1 John 1
►
Biblos Study Bible
The Word of Life
1
Ὃ
ἦν
ἀπ’
ἀρχῆς,
ὃ
ἀκηκόαμεν,
ὁ
ἑωράκαμεν
τοῖς
ὀφθαλμοῖς
ἡμῶν,
ὃ
ἐθεασάμεθα
καὶ
αἱ
χεῖρες
ἡμῶν
ἐψηλάφησαν
περὶ
τοῦ
λόγου
τῆς
ζωῆς—
2
καὶ
ἡ
ζωὴ
ἐφανερώθη,
καὶ
ἑωράκαμεν
καὶ
μαρτυροῦμεν
καὶ
ἀπαγγέλλομεν
ὑμῖν
τὴν
ζωὴν
τὴν
αἰώνιον
ἥτις
ἦν
πρὸς
τὸν
πατέρα
καὶ
ἐφανερώθη
ἡμῖν
3
ὃ—
ἑωράκαμεν
καὶ
ἀκηκόαμεν,
ἀπαγγέλλομεν
καὶ
ὑμῖν,
ἵνα
καὶ
ὑμεῖς
κοινωνίαν
ἔχητε
μεθ’
ἡμῶν.
καὶ
ἡ
κοινωνία
δὲ
ἡ
ἡμετέρα
μετὰ
τοῦ
πατρὸς
καὶ
μετὰ
τοῦ
υἱοῦ
αὐτοῦ
Ἰησοῦ
Χριστοῦ.
4
καὶ
ταῦτα
γράφομεν
ἡμεῖς,
ἵνα
ἡ
χαρὰ
ἡμῶν
ἡ
πεπληρωμένη.
Walking in the Light
5
Καὶ
ἔστιν
αὕτη
ἡ
ἀγγελία
ἣν
ἀκηκόαμεν
ἀπ’
αὐτοῦ
καὶ
ἀναγγέλλομεν
ὑμῖν,
ὅτι
ὁ
θεὸς
φῶς
ἐστιν
καὶ
σκοτία
οὐκ
ἐστιν
ἐν
αὐτῷ
οὐδεμία.
6
Ἐὰν
εἴπωμεν
ὅτι
κοινωνίαν
ἔχομεν
μετ’
αὐτοῦ
καὶ
ἐν
τῷ
σκότει
περιπατῶμεν,
ψευδόμεθα
καὶ
οὐ
ποιοῦμεν
τὴν
ἀληθείαν·
7
ἐὰν
δὲ
ἐν
τῷ
φωτὶ
περιπατῶμεν,
ὡς
αὐτός
ἐστιν
ἐν
τῷ
φωτὶ,
κοινωνίαν
ἔχομεν
μετ’
ἀλλήλων
καὶ
τὸ
αἷμα
Ἰησοῦ
τοῦ
υἱοῦ
αὐτοῦ
καθαρίζει
ἡμᾶς
ἀπὸ
πάσης
ἁμαρτίας.
8
ἐὰν
εἴπωμεν
ὅτι
ἁμαρτίαν
οὐκ
ἔχομεν,
ἑαυτοὺς
πλανῶμεν
καὶ
ἡ
ἀλήθεια
οὐκ
ἔστιν
ἐν
ἡμῖν.
9
ἐὰν
ὁμολογῶμεν
τὰς
ἁμαρτίας
ἡμῶν,
πιστός
ἐστιν
καὶ
δίκαιος,
ἵνα
ἀφῇ
ἡμῖν
τὰς
ἁμαρτίας
καὶ
καθαρίσῃ
ἡμᾶς
ἀπὸ
πάσης
ἀδικίας.
10
ἐὰν
εἴπωμεν
ὅτι
οὐχ
ἡμαρτήκαμεν,
ψεύστην
ποιοῦμεν
αὐτὸν
καὶ
ὁ
λόγος
αὐτοῦ
οὐκ
ἔστιν
ἐν
ἡμῖν
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com