◄
James 4
►
Stephanus Textus Receptus
Warning Against Pride
1
Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν
2
ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε δὲ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς
3
αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε
4
μοιχοὶ καὶ μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ θεοῦ καθίσταται
5
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν
6
μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
Drawing Near to God
7
ὑποτάγητε οὖν τῷ θεῷ ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν
8
ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι
9
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν
10
ταπεινώθητε ἐνώπιον τοῦ κυρίου καὶ ὑψώσει ὑμᾶς
11
Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής
12
εἷς ἐστιν ὁ νομοθέτης ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον
Do Not Boast About Tomorrow
13
Ἄγε νῦν οἱ λέγοντες Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν
14
οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία γάρ ἡ ζωὴ ὑμῶν· ἀτμὶς γὰρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα δὲ ἀφανιζομένη
15
ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο
16
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν
17
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν
Stephanus Textus Receptus (1550, with accents)
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com