1 Corinthians 10
Stephanus Textus Receptus
Warnings From Israel's Past

1Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον 2καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ 3καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον 4καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ Χριστός 5ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ

6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν 7μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥς γέγραπται Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν 8μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἕν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες 9μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο 10μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ 11ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν 12ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ 13πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν

Flee From Idolatry

14Διόπερ ἀγαπητοί μου φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας 15ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι 16τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν 17ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν 18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν 19τί οὖν φημι ὅτι εἴδωλον τί ἐστιν ἢ ὅτι εἰδωλόθυτον τί ἐστιν; 20ἀλλ' ὅτι ἃ θύει τά ἔθνη, δαιμονίοις θύει καὶ οὐ θεῷ οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι 21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων 22ἢ παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν

Do All to the God's Glory

23Πάντα μοι ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοί ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομεῖ 24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν 26τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς 27εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν 28ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο εἰδωλόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς 29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως 30εἰ δὲ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ

31εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν θεοῦ ποιεῖτε 32ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ 33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφερον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν

Stephanus Textus Receptus (1550, with accents)

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
1 Corinthians 9
Top of Page
Top of Page




Bible Apps.com