2 Corinthians 11
Stephanus Textus Receptus
Paul and the False Apostles

1Ὄφελον ἀνείχεσθέ μου μικρόν τῇ ἀφροσύνη ἀλλὰ καὶ ἀνέχεσθέ μου 2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· 3φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν 4εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλῶς ἠνείχεσθε 5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερ λίαν ἀποστόλων· 6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς

7Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν 8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν 9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω 10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ σφραγίσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας 11διατί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ὁ θεὸς οἶδεν

12Ὃ δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς 13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ 14καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός 15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν

Paul's Sufferings and Service

16Πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι 17ὃ λαλῶ οὐ λαλῶ κατὰ κύριον ἀλλ' ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως 18ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τήν σάρκα κἀγὼ καυχήσομαι 19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· 20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει 21κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν ᾧ δ' ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ 22Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ 23διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως ἐν θανάτοις πολλάκις 24ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον 25τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις 27ἐν κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι· 28χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασις μου ἡ καθ' ἡμέραν ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν 29τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι

30Εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι 31ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι 32ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων· 33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ

Stephanus Textus Receptus (1550, with accents)

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
2 Corinthians 10
Top of Page
Top of Page




Bible Apps.com