◄
Titus 3
►
Biblos Study Bible
Obedience to Authorities
1
Ὑπομίμνησκε
αὐτοὺς
ἀρχαῖς
ἐξουσίαις
ὑποτάσσεσθαι,
πειθαρχεῖν,
πρὸς
πᾶν
ἔργον
ἀγαθὸν
ἑτοίμους
εἶναι,
2
μηδένα
βλασφημεῖν,
ἀμάχους
εἶναι,
ἐπιεικεῖς,
πᾶσαν
ἐνδεικνυμένους
πραΰτητα
πρὸς
πάντας
ἀνθρώπους.
God's Mercy to Us
3
Ἦμεν
γὰρ
ποτε
καὶ
ἡμεῖς
ἀνόητοι,
ἀπειθεῖς.
πλανώμενοι,
δουλεύοντες
ἐπιθυμίαις
καὶ
ἠδοναῖς
ποικίλαις,
ἐν
κακίᾳ
καὶ
φθόνῳ
διάγοντες
στυγητοί,
μισοῦντες
ἀλλήλους.
4
ὅτε
δὲ
ἡ
χρηστότης
καὶ
ἡ
φιλανθρωπία
ἐπεφάνη
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ,
5
οὐκ
ἐξ
ἔργων
τῶν
ἐν
δικαιοσύνῃ
ἃ
ἐποιήσαμεν
ἡμεῖς
ἀλλὰ
κατὰ
τὸ
αὐτοῦ
ἔλεος
ἔσωσεν
ἡμᾶς
διὰ
λουτροῦ
παλιγγενεσίας
καὶ
ἀνακαινώσεως
πνεύματος
ἁγίου,
6
οὗ
ἐξέχεεν
ἐφ’
ἡμᾶς
πλουσίως
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
σωτῆρος
ἡμῶν,
7
ἵνα
δικαιωθέντες
τῇ
ἐκείνου
χάριτι
κληρονόμοι
γενηθῶμεν
κατ’
ἐλπίδα
ζωῆς
αἰωνίου.
8
Πιστὸς
ὁ
λόγος·
καὶ
περὶ
τούτων
βούλομαι
σε
διαβεβαιοῦσθαι,
ἵνα
φροντίζωσιν
καλῶν
ἔργων
προΐστασθαι
οἱ
πεπιστευκότες
θεῷ·
ταῦτα
ἐστιν
καλὰ
καὶ
ὠφέλιμα
τοῖς
ἀνθρώποις.
Avoiding Divisions
9
μωρὰς
δὲ
ζητήσεις
καὶ
γενεαλογίας
καὶ
ἔριν
καὶ
μάχας
νομικὰς
περιΐστασο
εἶσιν
γὰρ
ἀνωφελεῖς
καὶ
μάταιοι.
10
αἱρετικὸν
ἀνθρώπον
μετὰ
μίαν
καὶ
δευτέραν
νουθεσίαν
παραιτοῦ,
11
εἰδὼς
ὅτι
ἐξέστραπται
ὁ
τοιοῦτος
καὶ
ἁμαρτάνει
ὢν
αὐτοκατάκριτος.
Final Remarks and Greetings
12
Ὅταν
πέμψω
Ἀρτεμᾶν
πρὸς
σὲ
ἢ
Τύχικον,
σπούδασον
ἐλθεῖν
πρός
με
εἰς
Νικόπολιν,
ἐκεῖ
γὰρ
κέκρικα
παραχειμάσαι.
13
Ζηνᾶν
τὸν
νομικὸν
καὶ
Ἀπολλῶν
σπουδαίως
πρόπεμψον,
ἵνα
μηδὲν
αὐτοῖς
λείπῃ.
14
μανθανέτωσαν
δὲ
καὶ
οἱ
ἡμέτεροι
καλῶν
ἔργων
προΐστασθαι
εἰς
τὰς
ἀναγκαίας
χρείας,
ἵνα
μὴ
ὦσιν
ἄκαρποι.
15
Ἀσπάζονται
σε
οἱ
μετ’
ἐμοῦ
πάντες.
ἄσπασαι
τοὺς
φιλοῦντας
ἡμᾶς
ἐν
πίστει.
ἡ
χάρις
μετὰ
πάντων
ὑμῶν.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com