◄
2 Corinthians 13
►
Biblos Study Bible
Examine Yourselves
1
Τρίτον
τοῦτο
ἔρχομαι
πρὸς
ὑμᾶς·
ἐπὶ
στόματος
δύο
μαρτύρων
καὶ
τριῶν
σταθήσεται
πᾶν
ῥῆμα.
2
προείρηκα
καὶ
προλέγω,
ὡς
παρὼν
τὸ
δεύτερον
καὶ
ἀπὼν
νῦν
τοῖς
προημαρτηκόσιν
καὶ
τοῖς
λοιποῖς
πᾶσιν,
ὅτι
ἐὰν
ἔλθω
εἰς
τὸ
πάλιν
οὐ
φείσομαι,
3
ἐπεὶ
δοκιμὴν
ζητεῖτε
τοῦ
ἐν
ἐμοὶ
λαλοῦντος
Χριστοῦ,
ὃς
εἰς
ὑμᾶς
οὐκ
ἀσθενεῖ
ἀλλὰ
δυνατεῖ
ἐν
ὑμῖν.
4
καὶ
γὰρ
ἐσταυρώθη
ἐξ
ἀσθενείας,
ἀλλὰ
ζῇ
ἐκ
δυνάμεως
θεοῦ.
καὶ
γὰρ
ἡμεῖς
ἀσθενοῦμεν
ἐν
αὐτῷ
ἀλλὰ
ζήσομεν
σὺν
αὐτῷ
ἐκ
δυνάμεως
θεοῦ
εἰς
ὑμᾶς.
5
Ἑαυτοὺς
πειράζετε
εἰ
ἐστὲ
ἐν
τῇ
πίστει,
ἑαυτοὺς
δοκιμάζετε·
ἢ
οὐκ
ἐπιγινώσκετε
ἑαυτοὺς
ὅτι
Ἰησοῦς
Χριστὸς
ἐν
ὑμῖν;
εἰ
μήτι
ἀδόκιμοι
ἐστε.
6
ἐλπίζω
δὲ
ὅτι
γνώσεσθε
ὅτι
ἡμεῖς
οὐκ
ἐσμὲν
ἀδόκιμοι.
7
εὐχόμεθα
δὲ
πρὸς
τὸν
θεὸν
μὴ
ποιῆσαι
ὑμᾶς
κακὸν
μηδέν,
οὐχ
ἵνα
ἡμεῖς
δόκιμοι
φανῶμεν,
ἀλλ’
ἵνα
ὑμεῖς
τὸ
καλὸν
ποιῆτε,
ἡμεῖς
δὲ
ὡς
ἀδόκιμοι
ὦμεν.
8
οὐ
γὰρ
δυνάμεθα
τι
κατὰ
τῆς
ἀληθείας
ἀλλὰ
ὑπὲρ
τῆς
ἀληθείας.
9
χαίρομεν
γὰρ
ὅταν
ἡμεῖς
ἀσθενῶμεν,
ὑμεῖς
δὲ
δυνατοὶ
ἦτε·
τοῦτο
καὶ
εὐχόμεθα
τὴν
ὑμῶν
κατάρτισιν.
10
Διὰ
τοῦτο
ταῦτα
ἀπὼν
γράφω,
ἵνα
παρὼν
μὴ
ἀποτόμως
χρήσωμαι
κατὰ
τὴν
ἐξουσίαν
ἣν
ὁ
κύριος
ἔδωκεν
μοι
εἰς
οἰκοδομὴν
καὶ
οὐκ
εἰς
καθαίρεσιν.
Final Greetings and Blessing
11
Λοιπόν,
ἀδελφοί,
χαίρετε,
καταρτίζεσθε,
παρακαλεῖσθε,
τὸ
αὐτὸ
φρονεῖτε,
εἰρηνεύετε,
καὶ
ὁ
θεὸς
τῆς
ἀγάπης
καὶ
εἰρήνης
ἔσται
μεθ’
ὑμῶν.
12
Ἀσπάσασθε
ἀλλήλους
ἐν
ἁγίῳ
φιλήματι.
Ἀσπάζονται
ὑμᾶς
οἱ
ἅγιοι
πάντες.
13
Ἡ
χάρις
τοῦ
κυρίου
Ἰησοῦ
Χριστοῦ
καὶ
ἡ
ἀγάπη
τοῦ
θεοῦ
καὶ
ἡ
κοινωνία
τοῦ
ἁγίου
πνεύματος
μετὰ
πάντων
ὑμῶν.
14
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com