John 17
Biblos Study Bible
Prayer for the Son
1Ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· πάτερ ἐλήλυθεν ὥρα· δόξασον σου τὸν υἱὸν, ἵνα υἱὸς δοξάσῃ σε, 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν δέδωκας αὐτῷ δώσει αὐτοῖς ζωὴν αἰώνιον. 3αὕτη δὲ ἐστιν αἰώνιος ζωὴ ἵνα γινώσκωσιν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας δέδωκας μοι ἵνα ποιήσω· 5καὶ νῦν δόξασον με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δοξῇ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Prayer for the Disciples
6Ἐφανέρωσα σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκας μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καμοὶ αὐτοὺς ἔδωκας καὶ τὸν λόγον σου τετήρηκαν. 7νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ἔδωκας μοι παρὰ σοῦ εἰσιν· 8ὅτι τὰ ῥήματα ἔδωκας μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκας μοι, ὅτι σοί εἰσιν, 10καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, καγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι σου δέδωκας μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματι σου δέδωκας μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ υἱὸς τῆς ἀπωλείας, ἵνα γραφὴ πληρωθῇ.

13νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. 14ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· λόγος σὸς ἀλήθεια ἐστιν. 18καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον καγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

Prayer for all Believers
20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστεύοντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21ἵνα πάντες ἐν ὦσιν καθὼς σύ, πατὴρ ἐν ἐμοὶ καγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.

22καγὼ τὴν δόξαν ἣν δέδωκας μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· 23ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24Πατήρ, δέδωκας μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κακεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκας μοι ὅτι ἠγάπησας με πρὸ καταβολῆς κόσμου.

25πατήρ, δίκαιε καὶ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομα σου καὶ γνωρίσω, ἵνα ἀγάπη ἣν ἠγάπησας με ἐν αὐτοῖς καγὼ ἐν αὐτοῖς.



Biblos Study Bible

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
John 16
Top of Page
Top of Page




Bible Apps.com