John 16
Biblos Study Bible
Jesus' Warning
The Holy Spirit Promised
5Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντα με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις; 6ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ. 10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτε με· 11περὶ δὲ κρίσεως, ὅτι ἄρχων τοῦ κόσμου τοὐτου κέκριται.

12Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ’ οὐ δύνασθε βαστάζειν ἅρτι· 13ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15πάντα ὅσα ἔχει πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.

16Μικρὸν καὶ οὐκέτι θεωρεῖτε με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθε με.

The Disciples' Grief Will Turn to Joy
17εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστιν τοῦτο λέγει ἡμῖν· μικρὸν καὶ οὐ θεωρεῖτε με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθε με; καὶ ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18ἔλεγον οὖν· τί ἐστιν τοῦτο λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19Ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· μικρὸν καὶ οὐ θεωρεῖτε με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθε με; 20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθῃ ἄνθρωπος εἰς τὸν κόσμον. 22καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ἀρεῖ ἀφ’ ὑμῶν.

Ask and You Will Receive
23Καὶ ἐν ἐκεῖνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν ἂν τι αἰτήσητε τὸν πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματι μου. 24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματι μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα χαρὰ ὑμῶν πεπληρωμένη.

25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγέλω ὑμῖν. 26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματι μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27αὐτὸς γὰρ πατὴρ φίλει ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον. 28ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.

29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῷ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· ἄρτι πιστεύετε; 32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι πατὴρ μετ’ ἐμοῦ ἐστιν. 33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.



Biblos Study Bible

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
John 15
Top of Page
Top of Page




Bible Apps.com