John 15
Biblos Study Bible
Jesus the True Vine
1Ἐγὼ εἰμι ἄμπελος ἀληθινὴ καὶ πατήρ μου γεωργός ἐστιν. 2πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἵρει αὐτὸ, καὶ πᾶν τὁ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ. 3ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· 4μείνατε ἐν ἐμοὶ καγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. 5ἐγὼ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα. μένων ἐν ἐμοὶ καγὼ ἐν αὐτῷ οὕτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6ἐὰν μή τις μένη ἐν ἐμοὶ ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. 7ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματα μου ἐν ὑμῖν μείνῃ, ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν. 8ἐν τούτῳ ἐδοξάσθη πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί. 9Καθὼς ἠγάπησεν με πατήρ, καγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τοῦ πατρὸς τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11Ταῦτα λελάληκα ὑμῖν ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν καὶ χαρὰ ὑμῶν πληρωθῇ.

12Αὕτη ἐστὶν ἐντολὴ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.

Greater Love Has No One Than This
13μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14ὑμεῖς φἰλοι μου ἐστε ἐὰν ποιῆτε ἐγὼ ἐντέλλομαι ὑμῖν. 15οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ καρπὸς ὑμῶν μένῃ, ἵνα τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματι μου δῷ ὑμῖν. 17ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.

The Hatred of the World
18Εἰ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19εἰ ἐκ τοῦ κόσμου ἦτε, κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος. 20μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομα μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντα με. 22εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδὲις ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25ἀλλ’ ἵνα πληρωθῇ λόγος ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησαν με δωρεάν.

26Ὅταν ἔλθῃ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρὸς, τὸ πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.



Biblos Study Bible

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
John 14
Top of Page
Top of Page




Bible Apps.com