1 Corinthians 3
Biblos Study Bible
Paul and Apollos God's Fellow Workers
1Καγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε, 3ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποι ἐστε;

5Τί οὖν ἐστιν Ἀπολλῶς; τι δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς κύριος ἔδωκεν. 6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ θεὸς ἠύξανεν· 7ὥστε οὔτε φυτεύων ἐστιν τι οὔτε ποτίζων ἀλλ’ αὐξάνων θεός. 8 φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον· 9θεοῦ γὰρ ἐσμεν συνεργοὶ θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

Christ the Only Foundation
10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσαν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. 11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. 12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, αργύριον, λίθους τιμίους, ξύλα, χόρτον καλάμην, 13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖον ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει. 14εἴ τινος τὸ ἔργον μενεῖ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

You Are God's Temple
Worldly Wisdom is Foolishness to God



Biblos Study Bible

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
1 Corinthians 2
Top of Page
Top of Page




Bible Apps.com