◄
Mark 5
►
Stephanus Textus Receptus
Jesus Casts Demons Into the Pigs
1
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γαδαρηνῶν
2
καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθὲως ἀπήντησεν αὐτῶ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ
3
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμείοις· καὶ οὒτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι
4
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι καὶ οὐδεὶς αὐτὸν ἴσχυεν δαμάσαι·
5
καὶ διαπαντός νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις
6
ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ
7
καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ὁρκίζω σε τὸν θεόν μή με βασανίσῃς
8
ἔλεγεν γὰρ αὐτῷ Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου
9
καὶ ἐπηρώτα αὐτόν Τί σοι ὄνομά καὶ ἀπεκρίθη λέγων, Λεγεὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
10
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας
11
Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη·
12
καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
13
καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν δὲ ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ
14
οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀνήγγειλάν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός
15
καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα τὸν ἐσχηκότα τὸν λεγεῶνα· καὶ ἐφοβήθησαν
16
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων
17
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν
18
καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ' αὐτοῦ
19
ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν ἀλλὰ λέγει αὐτῷ Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ κύριός ἐποίησεν καὶ ἠλέησέν σε
20
καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς καὶ πάντες ἐθαύμαζον
Jairus' Daughter Raised, a Woman Healed
21
Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν καὶ ἦν παρὰ τὴν θάλασσαν
22
καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάειρος καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23
καὶ παρεκάλει αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ καὶ ζήσεται
24
καὶ ἀπῆλθεν μετ' αὐτοῦ Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
25
καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα
26
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα
27
ἀκούσασα περὶ τοῦ Ἰησοῦ ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28
ἔλεγεν γὰρ ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι σωθήσομαι
29
καὶ εὐθὲως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος
30
καὶ εὐθὲως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν Τίς μου ἥψατο τῶν ἱματίων
31
καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις Τίς μου ἥψατο
32
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν
33
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν
34
ὁ δὲ εἶπεν αὐτῇ θύγατερ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου
35
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον
36
ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ Μὴ φοβοῦ μόνον πίστευε
37
καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου
38
καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον κλαίοντας καὶ ἀλαλάζοντας πολλά
39
καὶ εἰσελθὼν λέγει αὐτοῖς Τί θορυβεῖσθε καὶ κλαίετε τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
40
καὶ κατεγέλων αὐτοῦ ὁ δὲ ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτοῦ καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον·
41
καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλιθα κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον σοὶ λέγω ἔγειραι
42
καὶ εὐθὲως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ
43
καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν
Stephanus Textus Receptus (1550, with accents)
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com