◄
Mark 4
►
Stephanus Textus Receptus
The Parable of the Sower
1
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν
2
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ
3
Ἀκούετε ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι
4
καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτό
5
ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὲως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6
ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
7
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν
8
καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόντα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
9
καὶ ἔλεγεν αὐτοῖς, Ὃ ἔχων ὦτα ἀκούειν ἀκουέτω
The Purpose of Jesus' Parables
10
ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν
11
καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται
12
ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα
The Parable of the Sower Explained
13
Καὶ λέγει αὐτοῖς Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε
14
ὁ σπείρων τὸν λόγον σπείρει
15
οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν· ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὲως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν
16
καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὲως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
17
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὲως σκανδαλίζονται
18
καὶ οὗτοί εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὑτοί εἰσιν οἱ τὸν λόγον ἀκούοντες
19
καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται
20
καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
A Lamp on its Stand
21
Καὶ ἔλεγεν αὐτοῖς Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ
22
οὐ γάρ ἐστιν τί κρυπτὸν ὁ ἐὰν μὴ φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα εἰς φανερόν ἔλθῃ
23
εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω
24
Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν
25
ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ
The Parable of the Seed Growing Secretly
26
Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ὡς ἐάν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
27
καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός
28
αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ
29
ὅταν δὲ παραδῷ ὁ καρπός εὐθέως ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός
The Parable of the Mustard Seed
30
Καὶ ἔλεγεν τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν ποὶα παραβολῇ παραβάλωμεν αὐτὴν
31
ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς
32
καὶ ὅταν σπαρῇ ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν
33
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν·
34
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα
Jesus Calms the Wind and the Waves
35
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης Διέλθωμεν εἰς τὸ πέραν
36
καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ' αὐτοῦ
37
καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε αὐτό ἤδη γεμίζεσθαι
38
καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα
39
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη
40
καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε οὕτως πῶς οὐκ ἔχετε πίστιν
41
καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ
Stephanus Textus Receptus (1550, with accents)
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com