◄
Mark 16
►
Biblos Study Bible
The Resurrection of Christ
1
Καὶ
διαγενομένου
τοὺ
σαββάτου
ἡ
Μαρία
ἡ
Μαγδαληνὴ
καὶ
Μαρία
ἡ
τοῦ
Ἰακώβου
καὶ
Σαλώμη
ἠγόρασαν
ἀρώματα
ἵνα
ἐλθοῦσαι
ἀλείψωσιν
αὐτόν.
2
καὶ
λίαν
πρωῒ
τῇ
μιᾷ
τῶν
σαββάτων
ἔρχονται
ἐπὶ
τὸ
μνημεῖον
ἀνατείλαντος
τοῦ
ἡλίου.
3
καὶ
ἔλεγον
πρὸς
ἑαυτάς·
τίς
ἀποκυλίσει
ἡμῖν
τὸν
λίθον
ἐκ
τῆς
θύρας
τοῦ
μνημείου;
4
καὶ
ἀναβλέψασαι
θεωροῦσιν
ὅτι
ἀνακεκύλισται
ὁ
λίθος·
ἦν
γὰρ
μέγας
σφόδρα.
5
Καὶ
εἰσελθοῦσαι
εἰς
τὸ
μνημεῖον
εἶδον
νεανίσκον
καθήμενον
ἐν
τοῖς
δεξιοῖς
περιβεβλημένον
στολὴν
λευκήν,
καὶ
ἐξεθαμβήθησαν.
6
ὁ
δὲ
λἐγει
αὐταῖς·
μὴ
ἐκθαμβεῖσθε·
Ἰησοῦν
ζητεῖτε
τὸν
Ναζαρηνὸν
τὸν
ἐσταυρωμένον·
ἠγέρθη,
οὐκ
ἔστιν
ὧδε·
ἴδε
ὁ
τόπος
ὅπου
ἔθηκαν
αὐτόν.
7
ἀλλὰ
ὑπάγετε
εἴπατε
τοῖς
μαθηταῖς
αὐτοῦ
καὶ
τῷ
Πέτρῳ
ὅτι
προάγει
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν·
ἐκεῖ
αὐτὸν
ὄψεσθε,
καθὼς
εἶπεν
ὑμῖν.
8
καὶ
ἐξελθοῦσαι
ἔφυγον
ἀπὸ
τοῦ
μνημείου,
εἶχεν
γὰρ
αὐτὰς
τρόμος
καὶ
ἔκστασις·
καὶ
οὐδενὶ
οὐδὲν
εἶπαν·
ἐφοβοῦντο
γὰρ.
Jesus Appears to Mary Magdalene
9
Ἀναστὰς
δὲ
πρωῒ
πρώτῃ
σαββάτου
ἐφάνη
πρῶτον
Μαρίᾳ
τῇ
Μαγδαληνῇ
παρ’
ἧς
ἐκβεβλήκει
ἑπτὰ
δαιμόνια.
10
ἐκείνη
πορευθεῖσα
ἀπήγγειλεν
τοῖς
μετ’
αὐτοῦ
γενομένοις
πενθοῦσιν
καὶ
κλαίουσιν·
11
κακεῖνοι
ἀκούσαντες
ὅτι
ζῇ
καὶ
ἐθεάθη
ὑπ’
αὐτῆς
ἠπίστησαν.
12
Μετὰ
δὲ
ταῦτα
δυσὶν
ἐξ
αὐτῶν
περιπατοῦσιν
ἐφανερώθη
ἐν
ἑτέρᾳ
μορφῇ
πορευομένοις
εἰς
ἀγρόν·
13
κακεῖνοι
ἀπελθόντες
ἀπήγγειλαν
τοῖς
λοιποῖς·
οὐδὲ
ἐκείνοις
ἐπίστευσαν.
The Great Commission
14
Ὕστερον
δὲ
ἀνακειμένοις
αὐτοῖς
τοῖς
ἕνδεκα
ἐφανερώθη
καὶ
ὠνείδισεν
τὴν
ἀπιστίαν
αὐτῶν
καὶ
σκληροκαρδίαν
ὅτι
τοῖς
θεασαμένοις
αὐτὸν
ἐγηγερμένον
ἐκ
νεκρῶν
οὐκ
ἐπίστευσαν.
15
καὶ
εἶπεν
αὐτοῖς·
πορευθέντες
εἰς
τὸν
κόσμον
ἅπαντα
κηρύξατε
τὸ
εὐαγγέλιον
πάσῃ
τῇ
κτίσει.
16
ὁ
πιστεύσας
καὶ
βαπτισθεὶς
σωθήσεται,
ὁ
δὲ
ἀπιστήσας
κατακριθήσεται.
17
σημεῖα
δὲ
τοῖς
πιστεύσασιν
ἀκολουθήσει
ταῦτα·
ἐν
τῷ
ὀνόματι
μου
δαιμόνια
ἐκβαλοῦσιν,
γλώσσαις
λαλήσουσιν
18
καὶ
ἐν
ταῖς
χερσὶν
ὄφεις
ἀροῦσιν
κὰν
θανάσιμον
τι
πίωσιν
οὐ
μὴ
αὐτοὺς
βλάψῃ,
ἐπὶ
ἀρρώστους
χεῖρας
ἐπιθήσουσιν
καὶ
καλῶς
ἔξουσιν.
Jesus Ascends to Heaven
19
Ὁ
μὲν
οὖν
κύριος
Ἰησοῦς
μετὰ
τὸ
λαλῆσαι
αὐτοῖς
ἀνελήμφθη
εἰς
τὸν
οὐρανὸν
καὶ
ἐκάθισεν
ἐκ
δεξιῶν
τοῦ
θεοῦ.
20
ἐκεῖνοι
δὲ
ἐξελθόντες
ἐκήρυξαν
πανταχοῦ,
τοῦ
κυρίου
συνεργοῦντος
καὶ
τὸν
λόγον
βεβαιοῦντος
διὰ
τῶν
ἐπακολουθούντων
σημείων.
Πάντα
δὲ
τὰ
παρηγγελμένα
τοῖς
περὶ
τὸν
Πέτρον
συντόμως
ἐξήγγειλαν.
Μετὰ
δὲ
ταῦτα
καὶ
αὐτὸς
ὁ
Ἰησοῦς
ἀπὸ
ἀνατολῆς
καὶ
ἄχρι
δύσεως
ἐξαπέστειλεν
δι’
αὐτῶν
τὸ
ἱερὸν
καὶ
ἄφθαρτον
κήρυγμα
τῆς
αἰωνίου
σωτηρίας.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com