Mark 9
Stephanus Textus Receptus
The Transfiguration

1Καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει

2Καὶ μεθ'' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν 3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν ὡς χιὼν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι 4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ 5καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνάς τρεῖς σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ Ἠλίᾳ μίαν 6οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι 7καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἦλθεν φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός αὐτοῦ ἀκούετε 8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν

9καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ 10καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι 11καὶ ἐπηρώτων αὐτὸν λέγοντες Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον 12ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾳ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενώθη 13ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελησαν, καθὼς γέγραπται ἐπ' αὐτόν

Jesus Heals a Boy with An Evil Spirit

14Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς· 15καὶ εὐθὲως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν 16καὶ ἐπηρώτησεν τοῦς γραμματεῖς, Τί συζητεῖτε πρὸς αὐτούς 17καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν Διδάσκαλε ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ἔχοντα πνεῦμα ἄλαλον· 18καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν 19ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Ὦ γενεὰ ἄπιστος ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν πρός με 20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν καὶ ἰδὼν αὐτὸν εὐθὲως τὸ πνεῦμα εσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων 21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ὁ δὲ εἶπεν παιδιόθεν· 22καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς 23ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τὸ Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι 24καὶ εὐθὲως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγεν Πιστεύω· κύριε βοήθει μου τῇ ἀπιστίᾳ 25ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν ἐγὼ σοι ἐπιτάσσω ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν 26καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν 27ὁ δὲ Ἰησοῦς κρατήσας αὐτόν τῆς χειρὸς ἤγειρεν αὐτὸν καὶ ἀνέστη 28καὶ εἰσελθόντα αὐτόν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ' ἰδίαν Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό 29καὶ εἶπεν αὐτοῖς Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ Καὶ νηστείᾳ

Jesus Again Foretells Death, Resurrection

30καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας Καὶ οὐκ ἤθελεν ἵνα τις γνῶ· 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται 32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι

The Greatest in the Kingdom

33Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε 34οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων 35καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος 36καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς 37Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με

Anyone Not Against Us is for Us

38ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης λέγων, Διδάσκαλε εἴδομέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν· 39ὁ δὲ Ἰησοῦς εἶπεν Μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματι μου, ὅτι Χριστοῦ ἐστε ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ

Warning Against Causing to Sin

42Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λὶθος μύλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν 43Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν· καλόν σοι ἐστίν κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον 44ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται 45καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον, 46ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται 47καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν· καλόν σοι ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς, 48ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται

49πᾶς γὰρ πυρὶ ἁλισθήσεται καὶ πᾶσα θυσία ἀλὶ ἁλισθήσεται, 50Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλας· καὶ εἰρηνεύετε ἐν ἀλλήλοις

Stephanus Textus Receptus (1550, with accents)

Section Headings Courtesy INT Bible
© 2012, Used by Permission

Bible Apps.com
Mark 8
Top of Page
Top of Page




Bible Apps.com