◄
Luke 3
►
Biblos Study Bible
John Prepares the Way
1
Ἐν
ἔτει
δὲ
πεντεκαιδεκάτῳ
τὴς
ἡγεμονίας
Τιβερίου
Καίσαρος,
ἡγεμονεύοντος
Ποντίου
Πιλάτου
τῆς
Ἰουδαίας,
καὶ
τετρααρχοῦντος
τῆς
Γαλιλαίας
Ἡρῴδου,
Φιλίππου
δὲ
τοῦ
ἀδελφοῦ
αὐτοῦ
τετρααρχοῦντος
τῆς
Ἰτουραίας
καὶ
Τραχωνίτιδος
χώρας,
καὶ
Λυσανίου
τῆς
Ἀβιληνῆς
τετρααρχοῦντος,
2
ἐπὶ
ἀρχιερέως
Ἅννα
καὶ
Καϊάφα,
ἐγένετο
ῥῆμα
θεοῦ
ἐπὶ
Ἰωάννην
τὸν
Ζαχαρίου
υἱὸν
ἐν
τῇ
ἐρήμῳ.
3
καὶ
ἦλθεν
εἰς
πᾶσαν
περίχωρον
τοῦ
Ἰορδάνου
κηρύσσων
βάπτισμα
μετανοίας
εἰς
ἄφεσιν
ἁμαρτιῶν,
4
ὡς
γέγραπται
ἐν
βίβλῳ
λόγων
Ἠσαΐου
τοῦ
προφήτου·
φωνὴ
βοῶντος
ἐν
τῇ
ἐρήμῳ·
ἑτοιμάσατε
τὴν
ὁδὸν
κυρίου,
εὐθείας
ποιεῖτε
τὰς
τρίβους
αὐτοῦ·
5
πᾶσα
φάραγξ
πληρωθήσεται
καὶ
πᾶν
ὄρος
καὶ
βουνὸς
ταπεινωθήσεται,
καὶ
ἔσται
τὰ
σκολιὰ
εἰς
εὐθείας
καὶ
αἱ
τραχεῖαι
εἰς
ὁδοὺς
λείας·
6
καὶ
ὄψεται
πᾶσα
σὰρξ
τὸ
σωτήριον
τοῦ
θεοῦ.
7
Ἔλεγεν
οὖν
τοῖς
ἐκπορευομένοις
ὄχλοις
βαπτισθῆναι
ὑπ’
αὐτοῦ
γεννήματα
ἐχιδνῶν,
τίς
ὑπέδειξεν
ὑμῖν
φυγεῖν
ἀπὸ
τῆς
μελλούσης
ὀργῆς;
8
ποιήσατε
οὖν
καρποὺς
ἀξίους
τῆς
μετανοίας
καὶ
μὴ
ἄρξησθε
λέγειν
ἐν
ἑαυτοῖς·
πατέρα
ἔχομεν
τὸν
Ἀβραάμ.
λέγω
γὰρ
ὑμῖν
ὅτι
δύναται
ὁ
θεὸς
ἐκ
τῶν
λίθων
τούτων
ἐγεῖραι
τέκνα
τῷ
Ἀβραάμ.
9
ἤδη
δὲ
καὶ
ἡ
ἀξίνη
πρὸς
τὴν
ῥίζαν
τῶν
δένδρων
κεῖται·
πᾶν
οὖν
δένδρον
μὴ
ποιοῦν
καρπὸν
καλὸν
ἐκκόπτεται
καὶ
εἰς
πῦρ
βάλλεται.
10
Καὶ
ἐπηρώτων
αὐτὸν
οἱ
ὄχλοι
λἐγοντες·
τί
οὖν
ποιήσωμεν;
11
ἀποκριθεὶς
δὲ
ἔλεγεν
αὐτοῖς·
ὁ
ἔχων
δύο
χιτῶνας
μεταδότω
τῷ
μὴ
ἔχοντι,
καὶ
ὁ
ἔχων
βρώματα
ὁμοίως
ποιείτω.
12
ἦλθον
δὲ
καὶ
τελῶναι
βαπτισθῆναι
καὶ
εἶπαν
πρὸς
αὐτὸν·
διδάσκαλε,
τί
ποιήσωμεν;
13
ὁ
δὲ
εἶπεν
πρὸς
αὐτοὺς
μηδὲν
πλέον
παρὰ
τὸ
διατεταγμένον
ὑμῖν
πράσσετε.
14
ἐπηρώτων
δὲ
αὐτὸν
καὶ
στρατευόμενοι
λέγοντες·
τί
ποιήσωμεν
καὶ
ἡμεῖς;
καὶ
εἶπεν
αὐτοῖς·
μηδένα
διασείσητε
μηδὲ
συκοφαντήσητε
καὶ
ἀρκεῖσθε
τοῖς
ὀψωνίοις
ὑμῶν.
15
Προσδοκῶντος
δὲ
τοῦ
λαοῦ
καὶ
διαλογιζομένων
πάντων
ἐν
ταῖς
καρδίαις
αὐτῶν
περὶ
τοῦ
Ἰωάννου,
μήποτε
αὐτὸς
εἴη
ὁ
χριστός,
16
ἀπεκρίνατο
λέγων
πᾶσιν
ὁ
Ἰωάννης·
ἐγὼ
μὲν
ὕδατι
βαπτίζω
ὑμᾶς·
ἔρχεται
δὲ
ὁ
ἰσχυρότερος
μου,
οὗ
οὐκ
εἰμὶ
ἱκανὸς
λῦσαι
τὸν
ἱμάντα
τῶν
ὑποδημάτων
αὐτοῦ·
αὐτὸς
ὑμᾶς
βαπτίσει
ἐν
πνεύματι
ἁγίῳ
καὶ
πυρί·
17
οὗ
τὸ
πτύον
ἐν
τῇ
χειρὶ
αὐτοῦ
διακαθᾶραι
τὴν
ἅλωνα
αὐτοῦ
καὶ
συναγαγεῖν
τὸν
σῖτον
εἰς
τὴν
ἀποθήκην
αὐτοῦ,
τὸ
δὲ
ἄχυρον
κατακαύσει
πυρὶ
ἀσβέστῳ.
18
Πολλὰ
μὲν
οὖν
καὶ
ἕτερα
παρακαλῶν
εὐηγγελίζετο
τὸν
λαόν.
19
Ὁ
δὲ
Ἡρῴδης
ὁ
τετραάρχης
ἐλεγχόμενος
ὑπ’
αὐτοῦ
περὶ
Ἡρῳδιάδος
τῆς
γυναῖκος
τοῦ
ἀδελφοῦ
αὐτοῦ
καὶ
περὶ
πάντων
ὧν
ἐποίησεν
πονηρῶν
ὁ
Ἡρῴδης,
20
προσέθηκεν
καὶ
τοῦτο
ἐπὶ
πᾶσιν
κατέκλεισεν
τὸν
Ἰωάννην
ἐν
φυλακῇ.
The Baptism of Jesus
21
Ἐγένετο
δὲ
ἐν
τῷ
βαπτισθῆναι
ἅπαντα
τὸν
λαὸν
καὶ
Ἰησοῦ
βαπτισθέντος
καὶ
προσευχομένου
ἀνεωχθῆναι
τὸν
οὐρανὸν
22
καὶ
καταβῆναι
τὸ
πνεῦμα
τὸ
ἅγιον
σωματικῷ
εἴδει
ὡς
περιστερὰν
ἐπ’
αὐτὸν
καὶ
φωνὴν
ἐξ
οὐρανοῦ
γενέσθαι·
σὺ
εἶ
ὁ
υἱός
μου
ὁ
ἀγαπητός,
ἐν
σοὶ
εὐδόκησα.
The Genealogy of Jesus
23
Καὶ
αὐτὸς
ἦν
Ἰησοῦς
ἀρχόμενος
ὡσεὶ
ἐτῶν
τριάκοντα,
ὢν
υἱὸς,
ὡς
ἐνομίζετο
Ἰωσήφ
τοῦ
Ἠλὶ
24
τοῦ
Μαθθὰτ
τοῦ
Λευὶ
τοῦ
Μελχὶ
τοῦ
Ἰανναὶ
τοῦ
Ἰωσὴφ
25
τοῦ
Ματταθίου
τοῦ
Ἀμὼς
τοῦ
Ναοὺμ
τοῦ
Ἑσλὶ
τοῦ
Ναγγαὶ
26
τοῦ
Μάαθ
τοῦ
Ματταθίου
τοῦ
Σεμεῒν
τοῦ
Ἰωσὴχ
τοῦ
Ἰωδὰ
27
τοῦ
Ἰωανὰν
τοῦ
Ρησὰ
τοῦ
Ζοροβαβὲλ
τοῦ
Σαλαθιὴλ
τοῦ
Νηρὶ
28
τοῦ
Μελχὶ
τοῦ
Ἀδδὶ
τοῦ
Κωσὰμ
τοῦ
Ἐλμαδὰμ
τοῦ
Ἢρ
29
τοῦ
Ἰησοῦ
τοῦ
Ἐλιέζερ
τοῦ
Ἰωρὶμ
τοῦ
Μαθθὰτ
τοῦ
Λευὶ
30
τοῦ
Συμεὼν
τοῦ
Ἰούδα
τοῦ
Ἰωσὴφ
τοῦ
Ἰωνὰμ
τοῦ
Ἐλιακὶμ
31
τοῦ
Μελεὰ
τοῦ
Μεννὰ
τοῦ
Ματταθὰ
τοῦ
Ναθὰμ
τοῦ
Δαυὶδ
32
τοῦ
Ἰεσσαὶ
τοῦ
Ἰωβὴδ
τοῦ
βόος
τοῦ
Σαλὰ
τοῦ
Ναασσὼν
33
τοῦ
Ἀδμὶν
τοῦ
Ἀρνὶ
τοῦ
Ἐσρὼμ
τοῦ
Φάρες
τοῦ
Ἰούδα
34
τοῦ
Ιακὼβ
τοῦ
Ἰσαὰκ
τοῦ
Ἀβραὰμ
τοῦ
Θάρα
τοῦ
Ναχὼρ
35
τοῦ
Σεροὺχ
τοῦ
Ραγαὺ
τοῦ
Φάλεκ
τοῦ
Ἔβερ
τοῦ
Σαλὰ
36
τοῦ
Καϊνὰμ
τοῦ
Ἀρφαξὰδ
τοῦ
Σὴμ
τοῦ
Νῶε
τοῦ
Λάμεχ
37
τοῦ
Μαθουσαλὰ
τοῦ
Ἑνὼχ
τοῦ
Ιάρετ
τοῦ
Μαλελεὴλ
τοῦ
Καϊνὰμ
38
τοῦ
Ἐνὼς
τοῦ
Σὴθ
τοῦ
Ἀδὰμ
τοῦ
Θεοῦ.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com