◄
Matthew 17
►
Biblos Study Bible
The Transfiguration
1
Καὶ
μεθ’
ἡμέρας
ἓξ
παραλαμβάνει
ὁ
Ἰησοῦς
τὸν
Πέτρον
καὶ
Ἰάκωβον
καὶ
Ἰωάννην
τὸν
ἀδελφὸν
αὐτοῦ
καὶ
ἀναφέρει
αὐτοὺς
εἰς
ὄρος
ὑψηλὸν
κατ’
ἰδίαν.
2
καὶ
μετεμορφώθη
ἔμπροσθεν
αὐτῶν,
καὶ
ἔλαμψεν
τὸ
πρόσωπον
αὐτοῦ
ὡς
ὁ
ἥλιος,
τὰ
δὲ
ἱμάτια
αὐτοῦ
ἐγένετο
λευκὰ
ὡς
τὸ
φῶς.
3
καὶ
ἰδοὺ
ὤφθη
αὐτοῖς
Μωϋσῆς
καὶ
Ἠλίας
συλλαλοῦντες
μετ’
αὐτοῦ.
4
ἀποκριθεὶς
δὲ
ὁ
Πέτρος
εἶπεν
τῷ
Ἰησοῦ·
κύριε
καλόν
ἐστιν
ἡμᾶς
ὧδε
εἶναι·
εἰ
θέλεις,
ποιήσω
ὧδε
τρεῖς
σκηνάς
σοι
μίαν
καὶ
Μωϋσεῖ
μίαν
καὶ
Ἠλίᾳ
μίαν.
5
ἔτι
αὐτοῦ
λαλοῦντος
ἰδοὺ
νεφέλη
φωτεινὴ
ἐπεσκίασεν
αὐτοὺς
καὶ
ἰδοὺ
φωνὴ
ἐκ
τῆς
νεφέλης
λέγουσα·
οὗτος
ἐστιν
ὁ
υἱός
μου
ὁ
ἀγαπητός
ἐν
ᾧ
εὐδόκησα·
ἀκούετε
αὐτοῦ.
6
καὶ
ἀκούσαντες
οἱ
μαθηταὶ
ἕπεσαν
ἐπὶ
πρόσωπον
αὐτῶν
καὶ
ἐφοβήθησαν
σφόδρα.
7
καὶ
προσῆλθεν
ὁ
Ἰησοῦς
καὶ
ἁψάμενος
αὐτῶν
εἶπεν
ἐγέρθητε
καὶ
μὴ
φοβεῖσθε.
8
ἐπάραντες
δὲ
τοὺς
ὀφθαλμοὺς
αὐτῶν
οὐδένα
εἶδον
εἰ
μὴ
αὐτὸν
Ἰησοῦν
μόνον.
9
Καὶ
καταβαινόντων
αὐτῶν
ἐκ
τοῦ
ὄρους
ἐνετείλατο
αὐτοῖς
ὁ
Ἰησοῦς
λέγων·
μηδενὶ
εἴπητε
τὸ
ὅραμα
ἕως
οὗ
ὸ
υἱὸς
τοῦ
ἀνθρώπου
ἐκ
νεκρῶν
ἐγερθῇ.
10
Καὶ
ἐπηρώτησαν
αὐτὸν
οἱ
μαθηταὶ
λέγοντες·
τί
οὖν
οἱ
γραμματεῖς
λέγουσιν
ὅτι
Ἠλίαν
δεῖ
ἐλθεῖν
πρῶτον;
11
ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν·
Ἠλίας
μὲν
ἔρχεται
καὶ
ἀποκαταστήσει
πάντα·
12
λέγω
δὲ
ὑμῖν
ὅτι
Ἠλίας
ἤδη
ἦλθεν,
καὶ
οὐκ
ἐπέγνωσαν
αὐτὸν
ἀλλὰ
ἐποίησαν
ἐν
αὐτῷ
ὅσα
ἠθέλησαν·
οὕτως
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
μέλλει
πάσχειν
ὑπ’
αὐτῶν.
13
τότε
συνῆκαν
οἱ
μαθηταὶ
ὅτι
περὶ
Ἰωάννου
τοῦ
βαπτιστοῦ
εἶπεν
αὐτοῖς.
Jesus Heals a Boy with a Demon
14
Καὶ
ἐλθόντων
πρὸς
τὸν
ὄχλον
προσῆλθεν
αὐτῷ
ἄνθρωπος
γονυπετῶν
αὐτὸν
15
καὶ
λέγων·
κύριε,
ἐλέησον
μου
τὸν
υἱὸν,
ὅτι
σεληνιάζεται
καὶ
κακῶς
ἔχει
πολλάκις
γὰρ
πίπτει
εἰς
τὸ
πῦρ
καὶ
πολλάκις
εἰς
τὸ
ὕδωρ.
16
καὶ
προσήνεγκα
αὐτὸν
τοῖς
μαθηταῖς
σου,
καὶ
οὐκ
ἠδυνήθησαν
αὐτὸν
θεραπεῦσαι.
17
ἀποκριθεὶς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν·
ὦ
γενεὰ
ἄπιστος
καὶ
διεστραμμένη,
ἕως
πότε
μεθ’
ὑμῶν
ἔσομαι;
ἕως
πότε
ἀνέξομαι
ὑμῶν
φέρετε
μοι
αὐτὸν
ὧδε.
18
καὶ
ἐπετίμησεν
αὐτῷ
ὁ
Ἰησοῦς
καὶ
ἐξῆλθεν
ἀπ’
αὐτοῦ
τὸ
δαιμόνιον
καὶ
ἐθεραπεύθη
ὁ
παῖς
ἀπὸ
τῆς
ὥρας
ἐκείνης.
19
Τότε
προσέλθοντες
οἱ
μαθηταὶ
τῷ
Ἰησοῦ
κατ’
ἰδίαν
εἶπον·
διὰ
τί
ἡμεῖς
οὐκ
ἠδυνήθημεν
ἐκβαλεῖν
αὐτό;
20
ὁ
δὲ
λέγει
αὐτοῖς·
διὰ
τὴν
ὀλιγοπιστίαν
ὑμῶν·
ἀμὴν
γὰρ
λέγω
ὑμῖν,
ἐὰν
ἔχητε
πίστιν
ὡς
κόκκον
σινάπεως,
ερεῖτε
τῷ
ὄρει
τούτῳ·
μετάβα
ἔνθεν
ἐκεῖ,
καὶ
μεταβήσεται·
καὶ
οὐδὲν
ἀδυνατήσει
ὑμῖν.
21
Jesus Again Predicts Death, Resurrection
22
Συστρεφομένων
δὲ
αὐτῶν
ἐν
τῇ
Γαλιλαίᾳ
εἶπεν
αὐτοῖς
ὁ
Ἰησοῦς·
μέλλει
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδίδοσθαι
εἰς
χεῖρας
ἀνθρώπων,
23
καὶ
ἀποκτενοῦσιν
αὐτὸν,
καὶ
τῇ
τρίτῃ
ἡμέρᾳ
ἐγερθήσεται.
καὶ
ἐλυπήθησαν
σφόδρα.
The Temple Tax
24
Ἐλθόντων
δὲ
αὐτῶν
εἰς
Καφαρναοὺμ
προσῆλθον
οἱ
τὰ
δίδραχμα
λαμβάνοντες
τῷ
Πέτρῳ
καὶ
εἶπαν·
ὁ
διδάσκαλος
ὑμῶν
οὐ
τελεῖ
τὰ
δίδραχμα;
25
λέγει·
ναί.
καὶ
ἐλθόντα
εἰς
τὴν
οἰκίαν
προέφθασεν
αὐτὸν
ὁ
Ἰησοῦς
λέγων·
τί
σοι
δοκεῖ
Σίμων;
οἱ
βασιλεῖς
τῆς
γῆς
ἀπὸ
τίνων
λαμβάνουσιν
τέλη
ἢ
κῆνσον;
ἀπὸ
τῶν
υἱῶν
αὐτῶν
ἢ
ἀπὸ
τῶν
ἀλλοτρίων;
26
εἰπόντος
δὲ
ἀπὸ
τῶν
ἀλλοτρίων,
ἔφη
αὐτῷ
ὁ
Ἰησοῦς·
ἄρα
γε
ἐλεύθεροι
εἰσιν
οἱ
υἱοί.
27
ἵνα
δὲ
μὴ
σκανδαλίσωμεν
αὐτοὺς,
πορευθεὶς
εἰς
θάλασσαν
βάλε
ἄγκιστρον
καὶ
τὸν
ἀναβάντα
πρῶτον
ἰχθὺν
ἆρον,
καὶ
ἀνοίξας
τὸ
στόμα
αὐτοῦ
εὑρήσεις
στατῆρα·
ἐκεῖνον
λαβὼν
δὸς
αὐτοῖς
ἀντὶ
ἐμοῦ
καὶ
σοῦ.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com