◄
1 Timothy 1
►
Biblos Study Bible
Paul's Greeting to Timothy
1
Παῦλος
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
κατ’
ἐπιταγὴν
θεοῦ
σωτῆρος
ἠμῶν
καὶ
Χριστοῦ
Ἰησοῦ
τῆς
ἐλπίδος
ἡμῶν
2
Τιμοθέῳ
γνησίῳ
τέκνῳ
ἐν
πίστει,
χάρις
ἔλεος
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
Χριστοῦ
Ἰησοῦ
τοῦ
κυρίου
ἡμῶν.
Warning Against False Teaching
3
Καθὼς
παρεκάλεσα
σε
προσμεῖναι
ἐν
Ἐφέσῳ
πορευόμενος
εἰς
Μακεδονίαν,
ἵνα
παραγγείλῃς
τισὶν
μὴ
ἑτεροδιδασκαλεῖν
4
μηδὲ
προσέχειν
μύθοις
καὶ
γενεαλογίαις
ἀπεράντοις,
αἵτινες
ἐκζητήσεις
παρέχουσιν
μᾶλλον
ἢ
οἰκονομίαν
θεοῦ
τὴν
ἐν
πίστει.
5
τὸ
δὲ
τέλος
τῆς
παραγγελίας
ἐστὶν
ἀγάπη
ἐκ
καθαρᾶς
καρδίας
καὶ
συνειδήσεως
ἀγαθῆς
καὶ
πίστεως
ἀνυποκρίτου,
6
ὧν
τινες
ἀστοχήσαντες
ἐξετράπησαν
εἰς
ματαιολογίαν
7
θέλοντες
εἶναι
νομοδιδάσκαλοι,
μὴ
νοοῦντες
μήτε
ἃ
λέγουσιν
μήτε
περὶ
τίνων
διαβεβαιοῦνται.
8
Οἴδαμεν
δὲ
ὅτι
καλὸς
ὁ
νόμος,
ἐάν
τις
αὐτῷ
νομίμως
χρῆται,
9
εἰδὼς
τοῦτο,
ὅτι
δικαίῳ
νόμος
οὐ
κεῖται,
ἀνόμοις
δὲ
καὶ
ἀνυποτάκτοις,
ἀσεβέσιν
καὶ
ἁμαρτωλοις,
ἀνοσίοις
καὶ
βεβήλοις,
πατρολῴαις
καὶ
μητρολῴαις,
ἀνδροφόνοις
10
πόρνοις
ἀρσενοκοίταις
ἀνδραποδισταῖς
ψεύσταις
ἐπιόρκοις,
καὶ
εἴ
τι
ἕτερον
τῇ
ὑγιαινούση
διδασκαλίᾳ
ἀντίκειται
11
κατὰ
τὸ
εὐαγγέλιον
τῆς
δόξης
τοῦ
μακαρίου
θεοῦ,
ὁ
ἐπιστεύθην
ἐγώ.
God's Grace to Paul
12
Χάριν
ἔχω
τῷ
ἐνδυναμώσαντι
με
Χριστῷ
Ἰησοῦ
τῷ
κυρίῳ
ἡμῶν,
ὅτι
πιστόν
με
ἡγήσατο
θέμενος
εἰς
διακονίαν
13
τὸ
πρότερον
ὄντα
βλάσφημον
καὶ
διώκτην
καὶ
ὑβριστήν,
ἀλλὰ
ἠλεήθην,
ὅτι
ἀγνοῶν
ἐποίησα
ἐν
ἀπιστίᾳ·
14
ὑπερεπλεόνασεν
δὲ
ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
μετὰ
πίστεως
καὶ
ἀγάπης
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ.
15
πιστὸς
ὁ
λόγος
καὶ
πάσης
ἀποδοχῆς
ἄξιος,
ὅτι
Χριστὸς
Ἰησοῦς
ἦλθεν
εἰς
τὸν
κόσμον
ἁμαρτωλοὺς
σῶσαι,
ὧν
πρῶτος
εἰμι
ἐγώ.
16
ἀλλὰ
διὰ
τοῦτο
ἠλεήθην,
ἵνα
ἐν
ἐμοὶ
πρώτῳ
ἐνδείξηται
Χριστὸς
Ἰησοῦς
τὴν
ἅπασαν
μακροθυμίαν
πρὸς
ὑποτύπωσιν
τῶν
μελλόντων
πιστεύειν
ἐπ’
αὐτῷ
εἰς
ζωὴν
αἰώνιον.
17
τῷ
δὲ
βασιλεῖ
τῶν
αἰώνων.
ἀφθάρτῳ
ἀοράτω
μόνῳ
θεῷ,
τιμὴ
καὶ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων,
ἀμήν.
18
Ταύτην
τὴν
παραγγελίαν
παρατίθεμαι
σοι,
τέκνον
Τιμόθεε,
κατὰ
τὰς
προαγούσας
ἐπὶ
σὲ
προφητείας,
ἵνα
στρατεύῃ
ἐν
αὐταῖς
τὴν
καλὴν
στρατείαν
19
ἔχων
πίστιν
καὶ
ἀγαθὴν
συνείδησιν,
ἥν
τινες
ἀπωσάμενοι
περὶ
τὴν
πίστιν
ἐναυάγησαν,
20
ὧν
ἐστιν
Ὑμέναιος
καὶ
Ἀλέξανδρος,
οὓς
παρέδωκα
τῷ
Σατανᾷ,
ἵνα
παιδευθῶσιν
μὴ
βλασφημεῖν.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com