◄
Mark 8
►
Biblos Study Bible
The Feeding of the Four Thousand
1
Ἐν
ἐκείναις
ταῖς
ἡμέραις
πάλιν
πολλοῦ
ὄχλου
ὄντος
καὶ
μὴ
ἐχόντων
τί
φάγωσιν,
προσκαλεσάμενος
τοὺς
μαθητὰς
λέγει
αὐτοῖς·
2
σπλαγχνίζομαι
ἐπὶ
τὸν
ὄχλον
ὅτι
ἤδη
ἡμέραι
τρεῖς
προσμένουσιν
μοι
καὶ
οὐκ
ἔχουσιν
τί
φάγωσιν·
3
καὶ
ἐὰν
ἀπολύσω
αὐτοὺς
νήστεις
εἰς
οἶκον
αὐτῶν
ἐκλυθήσονται
ἐν
τῇ
ὁδῷ·
καὶ
τινες
αὐτῶν
ἀπὸ
μακρόθεν
εἰσίν.
4
καὶ
ἀπεκρίθησαν
αὐτῷ
οἱ
μαθηταὶ
αὐτοῦ
ὅτι
πόθεν
τούτους
δυνήσεται
τις
ὧδε
χορτάσαι
ἄρτων
ἐπ’
ἐρημίας;
5
καὶ
ἠρώτα
αὐτούς·
πόσους
ἔχετε
ἄρτους;
οἱ
δὲ
εἶπαν·
ἑπτά.
6
καὶ
παραγγέλλει
τῷ
ὄχλῳ
ἀναπεσεῖν
ἐπὶ
τῆς
γῆς·
καὶ
λαβὼν
τοὺς
ἑπτὰ
ἄρτους
εὐχαριστήσας
ἔκλασεν
καὶ
ἐδίδου
τοῖς
μαθηταῖς
αὐτοῦ
ἵνα
παρατιθῶσιν,
καὶ
παρέθηκαν
τῷ
ὄχλῳ.
7
καὶ
εἶχον
ἰχθύδια
ὀλίγα·
καὶ
εὐλογήσας
αὐτὰ
εἶπεν
καὶ
ταῦτα
παρατιθέναι.
8
καὶ
ἔφαγον
καὶ
ἐχορτάσθησαν,
καὶ
ἦραν
περισσεύματα
κλασμάτων
ἑπτὰ
σπυρίδας.
9
ἦσαν
δὲ
ὡς
τετρακισχίλιοι.
καὶ
ἀπέλυσεν
αὐτούς.
10
Καὶ
εὐθὺς
ἐμβὰς
εἰς
τὸ
πλοῖον
μετὰ
τῶν
μαθητῶν
αὐτοῦ
ἦλθεν
εἰς
τὰ
μέρη
Δαλμανουθά.
The Pharisees Seek a Sign
11
Καὶ
ἐξῆλθον
οἱ
Φαρισαῖοι
καὶ
ἤρξαντο
συζητεῖν
αὐτῷ,
ζητοῦντες
παρ’
αὐτοῦ
σημεῖον
ἀπὸ
τοῦ
οὐρανοῦ,
πειράζοντες
αὐτόν.
12
καὶ
ἀναστενάξας
τῷ
πνεύματι
αὐτοῦ
λέγει·
τί
ἡ
γενεὰ
αὕτη
ζητεῖ
σημεῖον;
ἀμὴν
λέγω,
εἰ
δοθήσεται
τῇ
γενεᾷ
ταύτῃ
σημεῖον.
13
καὶ
ἀφεὶς
αὐτοὺς
πάλιν
ἐμβὰς
ἀπῆλθεν
εἰς
τὸ
πέραν.
The Leaven of the Pharisees and Herod
14
Καὶ
ἐπελάθοντο
λαβεῖν
ἄρτους
καὶ
εἰ
μὴ
ἕνα
ἄρτον
οὐκ
εἶχον
μεθ’
ἑαυτῶν
ἐν
τῷ
πλοίῳ.
15
καὶ
διεστέλλετο
αὐτοῖς
λέγων·
ὁρᾶτε,
βλέπετε
ἀπὸ
τῆς
ζύμης
τῶν
Φαρισαίων
καὶ
τῆς
ζύμης
Ἡρῴδου.
16
καὶ
διελογίζοντο
πρὸς
ἀλλήλους
ὅτι
ἄρτους
οὐκ
ἔχουσιν.
17
καὶ
γνοὺς
λέγει
αὐτοῖς·
τί
διαλογίζεσθε
ὅτι
ἄρτους
οὐκ
ἔχετε;
οὔπω
νοεῖτε
οὐδὲ
συνίετε;
πεπωρωμένην
ἔχετε
τὴν
καρδίαν
ὑμῶν;
18
ὀφθαλμοὺς
ἔχοντες
οὐ
βλέπετε
καὶ
ὦτα
ἔχοντες
οὐκ
ἀκούετε
καὶ
οὐ
μνημονεύετε,
19
ὅτε
τοὺς
πέντε
ἄρτους
ἔκλασα
εἰς
τοὺς
πεντακισχιλίους,
πόσους
κοφίνους
κλασμάτων
πλήρεις
ἤρατε;
λέγουσιν
αὐτῷ·
δώδεκα.
20
ὅτε
τοὺς
ἑπτὰ
εἰς
τοὺς
τετρακισχιλίους,
πόσων
σπυρίδων
πληρώματα
κλασμάτων
ἤρατε;
καὶ
λέγουσιν
αὐτῷ·
ἑπτά.
21
καὶ
ἔλεγεν
αὐτοῖς·
οὔπω
συνίετε;
A Blind Man Healed at Bethsaida
22
Καὶ
ἔρχονται
εἰς
Βηθσαϊδάν.
Καὶ
φέρουσιν
αὐτῷ
τυφλὸν
καὶ
παρακαλοῦσιν
αὐτὸν
ἵνα
αὐτοῦ
ἅψηται.
23
καὶ
ἐπιλαβόμενος
τῆς
χειρὸς
τοῦ
τυφλοῦ
ἐξήνεγκεν
αὐτὸν
ἔξω
τῆς
κώμης
καὶ
πτύσας
εἰς
τὰ
ὄμματα
αὐτοῦ,
ἐπιθεὶς
τὰς
χεῖρας
αὐτῷ
ἐπηρώτα
αὐτόν·
εἴ
τι
βλέπεις;
24
καὶ
ἀναβλέψας
ἔλεγεν·
βλέπω
τοὺς
ἀνθρώπους
ὅτι
ὡς
δένδρα
ὁρῶ
περιπατοῦντας.
25
εἶτα
πάλιν
ἔθηκεν
τὰς
χεῖρας
ἐπὶ
τοὺς
ὀφθαλμοὺς
αὐτοῦ
καὶ
διέβλεψεν
καὶ
ἀπεκατέστη
καὶ
ἐνέβλεπεν
τηλαυγῶς
ἅπαντα.
26
καὶ
ἀπέστειλεν
αὐτὸν
εἰς
οἶκον
αὐτοῦ
λέγων·
μηδὲ
εἰς
τὴν
κώμην
εἰσέλθῃς.
Peter's Confession of Christ
27
Καὶ
ἐξῆλθεν
ὁ
Ἰησοῦς
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ
εἰς
τὰς
κώμας
Καισαρείας
τῆς
Φιλίππου·
καὶ
ἐν
τῇ
ὁδῷ
ἐπηρώτα
τοὺς
μαθητὰς
αὐτοῦ
λέγων
αὐτοῖς·
τίνα
με
λέγουσιν
οἱ
ἄνθρωποι
εἶναι;
28
οἱ
δὲ
εἶπαν
αὐτῷ
λέγοντες
ὅτι
Ἰωάννην
τὸν
βαπτιστήν,
καὶ
ἄλλοι
Ἠλίαν,
ἄλλοι
δὲ
ὅτι
εἷς
τῶν
προφητῶν.
29
καὶ
αὐτὸς
ἐπηρώτα
αὐτοὺς
ὑμεῖς
δὲ
τίνα
με
λέγετε
εἶναι
ἀποκριθεὶς
ὁ
Πέτρος
λέγει
αὐτῷ·
σὺ
εἶ
ὁ
χριστός.
30
καὶ
ἐπετίμησεν
αὐτοῖς
ἵνα
μηδενὶ
λέγωσιν
περὶ
αὐτοῦ.
Jesus Predicts His Death and Resurrection
31
Καὶ
ἤρξατο
διδάσκειν
αὐτοὺς
ὅτι
δεῖ
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
πολλὰ
παθεῖν
καὶ
ἀποδοκιμασθῆναι
ὑπὸ
τῶν
πρεσβυτέρων
καὶ
τῶν
ἀρχιερέων
καὶ
τῶν
γραμματέων
καὶ
ἀποκτανθῆναι
καὶ
μετὰ
τρεῖς
ἡμέρας
ἀναστῆναι·
32
καὶ
παρρησἰᾳ
τὸν
λόγον
ἐλάλει.
καὶ
προσλαβόμενος
ὁ
Πέτρος
αὐτὸν
ἤρξατο
ἐπιτιμᾶν
αὐτῷ.
33
ὁ
δὲ
ἐπιστραφεὶς
καὶ
ἰδὼν
τοὺς
μαθητὰς
αὐτοῦ
ἐπετίμησεν
Πέτρῳ
καὶ
λέγει·
ὕπαγε
ὀπίσω
μου
σατανᾶ,
ὅτι
οὐ
φρονεῖς
τὰ
τοῦ
θεοῦ
ἀλλὰ
τὰ
τῶν
ἀνθρώπων.
Come After Me
34
Καὶ
προσκαλεσάμενος
τὸν
ὄχλον
σὺν
τοῖς
μαθηταῖς
αὐτοῦ
εἶπεν
αὐτοῖς·
εἴ
τις
θέλει
ὀπίσω
μου
ἐλθεῖν,
ἀπαρνησάσθω
ἑαυτὸν
καὶ
ἀράτω
τὸν
σταυρὸν
αὐτοῦ
καὶ
ἀκολουθείτω
μοι.
35
ὃς
γὰρ
ἐὰν
θέλῃ
τὴν
ἑαυτοῦ
ψυχὴν
σῶσαι
ἀπολέσει
αὐτὴν·
ὃς
δ’
ἂν
ἀπολέσει
τὴν
ψυχὴν
αὐτοῦ
ἕνεκεν
ἐμοῦ
καὶ
τοῦ
εὐαγγελίου
σώσει
αὐτἠν.
36
τί
γὰρ
ὠφελεῖ
ἄνθρωπον
κερδῆσαι
τὸν
κόσμον
ὅλον
καὶ
ζημιωθῆναι
τὴν
ψυχὴν
αὐτοῦ;
37
τί
γὰρ
δοῖ
ἄνθρωπος
ἀντάλλαγμα
τῆς
ψυχῆς
αὐτοῦ;
38
ὃς
γὰρ
ἐὰν
ἐπαισχυνθῇ
με
καὶ
τοὺς
ἐμοὺς
λόγους
ἐν
τῇ
γενεᾷ
ταύτῃ
τῇ
μοιχαλίδι
καὶ
ἁμαρτωλῷ
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἐπαισχυνθήσεται
αὐτὸν
ὅταν
ἔλθῃ
ἐν
τῇ
δόξῃ
τοῦ
πατρὸς
αὐτοῦ
μετὰ
τῶν
ἀγγέλων
τῶν
ἁγίων.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com