◄
Acts 28
►
Biblos Study Bible
Paul at Malta
1
Καὶ
διασωθέντες
τότε
ἐπέγνωμεν
ὅτι
Μελίτηνη
ἠ
νῆσος
καλεῖται.
2
οἱ
τε
βὰρβαροι
παρεῖχον
οὐ
τὴν
τυχοῦσαν
φιλανθρωπίαν
ἡμῖν,
ἅψαντες
γὰρ
πυρὰν
προσελάβοντο
πάντας
ἡμᾶς
διὰ
τὸν
ὑετὸν
τὸν
ἐφεστῶτα
καὶ
διὰ
τὸ
ψῦχος.
3
Συστρέψαντος
δὲ
τοῦ
Παύλου
φρυγάνων
τι
πλῆθος
καὶ
ἐπιθέντος
ἐπὶ
τὴν
πυράν,
ἐχίδνα
ἀπὸ
τῆς
θέρμης
ἐξελθοῦσα
καθῆψεν
τῆς
χειρὸς
αὐτοῦ.
4
ὡς
δὲ
εἶδον
οἱ
βάρβαροι
κρεμάμενον
τὸ
θηρίον
ἐκ
τῆς
χειρὸς
αὐτοῦ,
πρὸς
ἀλλήλους
ἔλεγον·
πάντως
φονεύς
ἐστιν
ὁ
ἄνθρωπος
οὗτος
ὃν
διασωθέντα
ἐκ
τῆς
θαλάσσης
ἡ
δίκη
ζῆν
οὐκ
εἴασεν.
5
ὁ
μὲν
οὖν
ἀποτινάξας
τὸ
θηρίον
εἰς
τὸ
πῦρ
ἔπαθεν
οὐδὲν
κακόν,
6
οἱ
δὲ
προσεδόκων
αὐτὸν
μέλλειν
πίμπρασθαι
ἢ
καταπίπτειν
ἄφνω
νεκρόν.
ἐπὶ
πολὺ
δὲ
αὐτῶν
προσδοκώντων
και
θεωρούντων
μηδὲν
ἄτοπον
εἰς
αὐτὸν
γινόμενον
μεταβαλόμενοι
ἔλεγον
αὐτὸν
εἶναι
θεόν.
7
ἐν
δὲ
τοῖς
περὶ
τὸν
τόπον
ἐκεῖνον
ὑπῆρχεν
χωρία
τῷ
πρώτῳ
τῆς
νήσου
ὀνόματι
Ποπλίῳ,
ὃς
ἀναδεξάμενος
ἡμᾶς
ἡμέρας
τρεῖς
φιλοφρόνως
ἐξένισεν.
8
ἐγένετο
δὲ
τὸν
πατέρα
τοῦ
Ποπλίου
πυρετοῖς
καὶ
δυσεντερίῳ
συνεχόμενον
κατακεῖσθαι,
πρὸς
ὃν
ὁ
Παῦλος
εἰσελθὼν
καὶ
προσευξάμενος
ἐπιθεὶς
τὰς
χεῖρας
αὐτῳ
ἰάσατο
αὐτόν.
9
τούτου
δὲ
γενομένου
καὶ
οἱ
λοιποὶ
οἱ
ἐν
τῇ
νήσῳ
ἔχοντες
ἀσθενείας
προσήρχοντο
καὶ
ἐθεραπεύοντο,
10
οἳ
καὶ
πολλαῖς
τιμαῖς
ἐτίμησαν
ἡμᾶς
καὶ
ἀναγομένοις
ἐπέθεντο
τὰ
πρὸς
τὰς
χρείας.
Paul Arrives at Rome
11
Μετὰ
δὲ
τρεῖς
μῆνας
ἀνήχθημεν
ἐν
πλοίῳ
παρακεχειμακότι
ἐν
τῇ
νήσῳ
Ἀλεξανδρίνῳ
παρασήμῳ
Διοσκούροις.
12
καὶ
καταχθέντες
εἰς
Συρακούσας
ἐπεμείναμεν
ἡμέρας
τρεῖς,
13
ὅθεν
περιελόντες
κατηντήσαμεν
εἰς
῾Ρηγιον
καὶ
μετὰ
μίαν
ἡμέραν
ἐπιγενομένου
νότου
δευτεραῖοι
ἤλθομεν
εἰς
Ποτιόλους,
14
οὗ
εὑρόντες
ἀδελφοὺς
παρεκλήθημεν
παρ’
αὐτοῖς
ἐπιμεῖναι
ἡμέρας
ἑπτά·
καὶ
οὕτως
εἰς
τὴν
῾Ρώμην
ἤλθαμεν.
15
κακεῖθεν
οἱ
ἀδελφοὶ
ἀκούσαντες
τὰ
περὶ
ἡμῶν
ἦλθαν
εἰς
ἀπάντησιν
ἡμῖν
ἄχρι
Ἀππίου
φόρου
καὶ
Τριῶν
ταβερνῶν.
οὓς
ἰδὼν
ὁ
Παῦλος
εὐχαριστήσας
τῷ
θεῷ
ἔλαβεν
θάρσος.
16
Ὅτε
δὲ
εἰσήλθομεν
εἰς
῾Ρώμην,
ἐπετράπη
τῷ
Παύλῳ
μένειν
καθ’
ἑαυτὸν
σὺν
τῷ
φυλάσσοντι
αὐτὸν
στρατιώτῃ.
Paul Preaches at Rome
17
Ἐγένετο
δὲ
μετὰ
ἡμέρας
τρεῖς
συγκαλέσασθαι
αὐτὸν
τοὺς
ὄντας
τῶν
Ἰουδαίων
πρώτους·
συνελθόντων
δὲ
αὐτῶν
ἔλεγεν
πρὸς
αὐτοὺς·
ἐγὼ,
ἄνδρες
ἀδελφοί,
οὐδὲν
ἐναντίον
ποιήσας
τῷ
λαῷ
ἢ
τοῖς
ἔθεσιν
τοῖς
πατρῴοις
δέσμιος
ἐξ
Ἱεροσολύμων
παρεδόθην
εἰς
τὰς
χεῖρας
τῶν
῾Ρωμαίων,
18
οἵτινες
ἀνακρίναντες
με
ἐβούλοντο
ἀπολῦσαι
διὰ
τὸ
μηδεμίαν
αἰτίαν
θανάτου
ὑπάρχειν
ἐν
ἐμοί.
19
ἀντιλεγόντων
δὲ
τῶν
Ἰουδαίων
ἠναγκάσθην
ἐπικαλέσασθαι
Καίσαρα
οὐχ
ὡς
τοῦ
ἔθνους
μου
ἔχων
τι
κατηγορεῖν.
20
διὰ
ταύτην
οὖν
τὴν
αἰτίαν
παρεκάλεσα
ὑμᾶς
ἰδεῖν
καὶ
προσλαλῆσαι
ἕνεκεν
γὰρ
τῆς
ἐλπίδος
τοῦ
Ἰσραὴλ
τὴν
ἅλυσιν
ταύτην
περίκειμαι.
21
οἱ
δὲ
πρὸς
αὐτὸν
εἶπαν·
ἡμεῖς
οὔτε
γράμματα
περὶ
σοῦ
ἐδεξάμεθα
ἀπὸ
τῆς
Ἰουδαίας
οὔτε
παραγενόμενος
τις
τῶν
ἀδελφῶν
ἀπήγγειλεν
ἢ
ἐλάλησεν
τι
περὶ
σοῦ
πονηρόν.
22
ἀξιοῦμεν
δὲ
παρὰ
σοῦ
ἀκοῦσαι
ἃ
φρονεῖς,
περὶ
μὲν
γὰρ
τῆς
αἱρέσεως
ταύτης
γνωστὸν
ἡμῖν
ἐστιν
ὅτι
πανταχοῦ
ἀντιλέγεται.
23
Ταξάμενοι
δὲ
αὐτῷ
ἡμέραν
ἦλθον
πρὸς
αὐτὸν
εἰς
τὴν
ξενίαν
πλείονες
οἷς
ἐξετίθετο
διαμαρτυρόμενος
τὴν
βασιλείαν
τοῦ
θεοῦ
πείθων
τε
αὐτοὺς
περὶ
τοῦ
Ἰησοῦ
ἀπό
τε
τοῦ
νόμου
Μωϋσέως
καὶ
τῶν
προφητῶν,
ἀπὸ
πρωῒ
ἕως
ἑσπέρας.
24
καὶ
οἱ
μὲν
ἐπείθοντο
τοῖς
λεγομένοις
οἱ
δὲ
ἠπίστουν·
25
ἀσύμφωνοι
δὲ
ὄντες
πρὸς
ἀλλήλους
ἀπελύοντο
εἰπόντος
τοῦ
Παύλου
ῥῆμα
ἕν,
ὅτι
καλῶς
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἐλάλησεν
διὰ
Ησαΐου
τοῦ
προφήτου
πρὸς
τοὺς
πατέρας
ὑμῶν
26
λέγων·
πορεύθητι
πρὸς
τὸν
λαὸν
τοῦτον
καὶ
εἶπον·
ἀκοῇ
ἀκούσετε
καὶ
οὐ
μὴ
συνῆτε
καὶ
βλέποντες
βλέψετε
καὶ
οὐ
μὴ
ἴδητε·
27
ἐπαχύνθη
γὰρ
ἡ
καρδία
τοῦ
λαοῦ
τούτου
καὶ
τοῖς
ὠσὶν
βαρέως
ἤκουσαν
καὶ
τοὺς
ὀφθαλμοὺς
αὐτῶν
ἐκάμμυσαν·
μήποτε
ἴδωσιν
τοῖς
ὀφθαλμοῖς
καὶ
τοῖς
ὠσὶν
ἀκούσωσιν
καὶ
τῇ
καρδίᾳ
συνῶσιν
καὶ
ἐπιστρέψωσιν,
καὶ
ἰάσομαι
αὐτούς.
28
γνωστὸν
οὐν
ὑμῖν
ἔστω
ὅτι
τοῖς
ἔθνεσιν
ἀπεστάλη
τοῦτο
τὸ
σωτήριον
τοῦ
θεοῦ·
αὐτοὶ
καὶ
ἀκούσονται.
29
30
Ἐνέμεινεν
δὲ
διετίαν
ὅλην
ἐν
ἰδίῳ
μισθώματι
καὶ
ἀπεδέχετο
πάντας
τοὺς
εἰσπορευομένους
πρὸς
αὐτόν,
31
κηρύσσων
τὴν
βασιλείαν
τοῦ
θεοῦ
καὶ
διδάσκων
τὰ
περὶ
τοῦ
κυρίου
Ἰησοῦ
Χριστοῦ
μετὰ
πάσης
παρρησίας
ἀκωλύτως.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com