◄
Acts 5
►
Biblos Study Bible
Ananias and Sapphira
1
Ἀνὴρ
δέ
τις
Ἁνανίας
ὀνόματι
σὺν
Σαπφίρῃ
τῇ
γυναικὶ
αὐτοῦ
ἐπώλησεν
κτῆμα
2
καὶ
ἐνοσφίσατο
ἀπὸ
τῆς
τιμῆς
συνειδυίης
καὶ
τῆς
γυναικός,
καὶ
ἐνέγκας
μέρος
τι
παρὰ
τοὺς
πόδας
τῶν
ἀποστόλων
ἔθηκεν.
3
εἶπεν
δὲ
ὁ
Πέτρος·
Ἁνανία,
διὰ
τί
ἐπλήρωσεν
ὁ
σατανᾶς
τὴν
καρδίαν
σου,
ψεύσασθαι
σε
τὸ
πνεῦμα
τὸ
ἅγιον
καὶ
νοσφίσασθαι
ἀπὸ
τῆς
τιμῆς
τοῦ
χωρίου;
4
οὐχὶ
μένον
σοι
ἔμενεν
καὶ
πραθὲν
ἐν
τῇ
σῇ
ἐξουσίᾳ
ὑπῆρχεν;
τί
ὅτι
ἔθου
ἐν
τῇ
καρδίᾳ
σου
τὸ
πρᾶγμα
τοῦτο;
οὐκ
ἐψεύσω
ἀνθρώποις
ἀλλὰ
τῷ
θεῷ.
5
ἀκούων
δὲ
ὁ
Ἁνανίας
τοὺς
λόγους
τούτους
πεσὼν
ἐξέψυξεν,
καὶ
ἐγένετο
φόβος
μέγας
ἐπὶ
πάντας
τοὺς
ἀκούοντας.
6
ἀναστάντες
δὲ
οἱ
νεώτεροι
συνέστειλαν
αὐτὸν
καὶ
ἐξενέγκαντες
ἔθαψαν.
7
Ἐγένετο
δὲ
ὡς
ὡρῶν
τριῶν
διάστημα
καὶ
ἡ
γυνὴ
αὐτοῦ
μὴ
εἰδυῖα
τὸ
γεγονὸς
εἰσῆλθεν.
8
ἀπεκρίθη
δὲ
πρὸς
αὐτὴν
Πέτρος·
εἰπέ
μοι,
εἰ
τοσούτου
τό
χωρίον
ἀπέδοσθε;
ἡ
δὲ
εἶπεν·
ναί,
τοσούτου.
9
ὀ
δὲ
Πέτρος
πρὸς
αὐτήν·
τί
ὅτι
συνεφωνήθη
ὑμῖν
πειράσαι
τὸ
πνεῦμα
κυρίου;
ἰδοὺ
οἱ
πόδες
τῶν
θαψάντων
τὸν
ἄνδρα
σου
ἐπὶ
τῇ
θύρᾳ
καὶ
ἐξοίσουσιν
σε.
10
ἔπεσεν
δὲ
παραχρῆμα
πρὸς
τοὺς
πόδας
αὐτοῦ
καὶ
ἐξέψυξεν·
εἰσελθόντες
δὲ
οἱ
νεανίσκοι
εὗρον
αὐτὴν
νεκρὰν
καὶ
ἐξενέγκαντες
ἔθαψαν
πρὸς
τὸν
ἄνδρα
αὐτῆς,
11
καὶ
ἐγένετο
φόβος
μέγας
ἐφ’
ὅλην
τὴν
ἐκκλησίαν
καὶ
ἐπὶ
πάντας
τοὺς
ἀκούοντας
ταῦτα.
The Apostles Heal Many
12
διὰ
δὲ
τῶν
χειρῶν
τῶν
ἀποστόλων
ἐγίνετο
σημεῖα
καὶ,
τέρατα
πολλὰ
ἐν
τῷ
λαῷ,
καὶ
ἦσαν
ὁμοθυμαδὸν
ἅπαντες
ἐν
τῇ
Στοᾷ
Σολομῶντος,
13
τῶν
δὲ
λοιπῶν
οὐδεὶς
ἐτόλμα
κολλᾶσθαι
αὐτοῖς,
ἀλλ'
ἐμεγάλυνεν
αὐτοὺς
ὁ
λαός.
14
μᾶλλον
δὲ
προσετίθεντο
πιστεύοντες
τῷ
κυρίῳ,
πλήθη
ἀνδρῶν
τε
καὶ
γυναικῶν,
15
ὥστε
καὶ
εἰς
τὰς
πλατείας
ἐκφέρειν
τοὺς
ἀσθενεῖς
καὶ
τιθέναι
ἐπὶ
κλιναρίων
καὶ
κραβάττων,
ἵνα
ἐρχομένου
Πέτρου
κὰν
ἡ
σκία
ἐπισκιάσει
τινὶ
αὐτῶν.
16
συνήρχετο
δὲ
καὶ
τὸ
πλῆθος
τῶν
πέριξ
πόλεων
Ἰερουσαλὴμ
φέροντες
ἀσθενεῖς
καὶ
ὀχλουμένους
ὑπὸ
πνευμάτων
ἀκαθάρτων
οἵτινες
ἐθεραπεύοντο
ἅπαντες.
The Apostles Arrested and Freed
17
Ἀναστὰς
δὲ
ὁ
ἀρχιερεὺς
καὶ
πάντες
οἱ
σὺν
αὐτῷ,
ἡ
οὖσα
αἵρεσις
τῶν
Σαδδουκαίων,
ἐπλήσθησαν
ζήλου
18
καὶ
ἐπέβαλον
τὰς
χεῖρας
ἐπὶ
τοὺς
ἀποστόλους
καὶ
ἔθεντο
αὐτοὺς
ἐν
τηρήσει
δημοσίᾳ.
19
Ἄγγελος
δὲ
κυρίου
διὰ
νυκτὸς
ἠνοίξεν
τὰς
θύρας
τῆς
φυλακῆς
ἐξαγαγών
τε
αὐτοὺς
εἶπεν·
20
πορεύεσθε
καὶ
σταθέντες
λαλεῖτε
ἐν
τῷ
ἱερῷ
τῷ
λαῷ
πάντα
τὰ
ῥήματα
τῆς
ζωῆς
ταύτης.
21
ἀκούσαντες
δὲ
εἰσῆλθον
ὑπὸ
τὸν
ὄρθρον
εἰς
τὸ
ἱερὸν
καὶ
ἐδίδασκον.
Παραγενόμενος
δὲ
ὁ
ἀρχιερεὺς
καὶ
οἱ
σὺν
αὐτῷ
συνεκάλεσαν
τὸ
συνέδριον
καὶ
πᾶσαν
τὴν
γερουσίαν
τῶν
υἱῶν
Ἰσραὴλ
καὶ
ἀπέστειλαν
εἰς
τὸ
δεσμωτήριον
ἀχθῆναι
αὐτούς.
22
οἱ
δὲ
παραγενόμενοι
ὑπηρέται
οὐχ
εὗρον
αὐτοὺς
ἐν
τῇ
φυλακῇ·
ἀναστρέψαντες
δὲ
ἀπήγγειλαν
23
λέγοντες
ὅτι
τὸ
δεσμωτήριον
εὕρομεν
κεκλεισμένον
ἐν
πάσῃ
ἀσφαλείᾳ
καὶ
τοὺς
φύλακας
ἑστῶτας
ἐπὶ
τῶν
θυρῶν,
ἀνοίξαντες
δὲ
ἔσω
οὐδένα
εὕρομεν.
The Apostles Before the Council
24
ὡς
δὲ
ἤκουσαν
τοὺς
λόγους
τούτους
ὅ
τε
στρατηγὸς
τοῦ
ἱεροῦ
καὶ
οἱ
ἀρχιερεῖς,
διηπόρουν
περὶ
αὐτῶν
τί
ἂν
γένοιτο
τοῦτο.
25
παραγενόμενος
δέ
τις
ἀπήγγειλεν
αὐτοῖς
ὅτι
ἰδοὺ
οἱ
ἄνδρες
οὓς
ἔθεσθε
ἐν
τῇ
φυλακῇ
εἰσὶν
ἐν
τῷ
ἱερῷ
ἑστῶτες
καὶ
διδάσκοντες
τὸν
λαόν.
26
Τότε
ἀπελθὼν
ὁ
στρατηγὸς
σὺν
τοῖς
ὑπηρέταις
ἦγεν
αὐτοὺς
οὐ
μετὰ
βίας,
ἐφοβοῦντο
γὰρ
τὸν
λαὸν
μὴ
λιθασθῶσιν.
27
Ἀγαγόντες
δὲ
αὐτοὺς
ἔστησαν
ἐν
τῷ
συνεδρίῳ.
καὶ
ἐπηρώτησεν
αὐτοὺς
ὁ
ἀρχιερεὺς
28
λέγων·
παραγγελίᾳ
παρηγγείλαμεν
ὑμῖν
μὴ
διδάσκειν
ἐπὶ
τῷ
ὀνόματι
τούτῳ,
καὶ
ἰδοὺ
πεπληρώκατε
τὴν
Ἰερουσαλὴμ
τῆς
διδαχῆς
ὑμῶν
καὶ
βούλεσθε
ἐπαγαγεῖν
ἐφ’
ἡμᾶς
τὸ
αἷμα
τοῦ
ἀνθρώπου
τούτου.
29
ἀποκριθεὶς
δὲ
Πέτρος
καὶ
οἱ
ἀπόστολοι
εἶπαν·
πειθαρχεῖν
δεῖ
θεῷ
μᾶλλον
ἢ
ἀνθρώποις.
30
ὁ
θεὸς
τῶν
πατέρων
ἡμῶν
ἤγειρεν
Ἰησοῦν
ὃν
ὑμεῖς
διεχειρίσασθε
κρεμάσαντες
ἐπὶ
ξύλου·
31
τοῦτον
ὁ
θεὸς
ἀρχηγὸν
καὶ
σωτῆρα
ὕψωσεν
τῇ
δεξιᾷ
αὐτοῦ
τοῦ
δοῦναι
μετάνοιαν
τῷ
Ἰσραὴλ
καὶ
ἄφεσιν
ἁμαρτιῶν.
32
καὶ
ἡμεῖς
ἐσμεν
μάρτυρες
τῶν
ῥήματων
τούτων
καὶ
τὸ
πνεῦμα
τὸ
ἅγιον
ὁ
ἔδωκεν
ὁ
θεὸς
τοῖς
πειθαρχοῦσιν
αὐτῷ.
Gamaliel's Counsel
33
Οἱ
δὲ
ἀκούσαντες
διεπρίοντο
καὶ
ἐβούλοντο
ἀνελεῖν
αὐτούς.
34
ἀναστὰς
δέ
τις
ἐν
τῷ
συνεδρίῳ
Φαρισαῖος
ὀνόματι
Γαμαλιήλ,
νομοδιδάσκαλος
τίμιος
παντὶ
τῷ
λαῷ,
ἐκέλευσεν
ἔξω
βραχὺ
τοὺς
ἀνθρώπους
ποιῆσαι
35
εἶπεν
τε
πρὸς
αὐτοὺς·
ἄνδρες
Ἰσραηλῖται,
προσέχετε
ἑαυτοῖς
ἐπὶ
τοῖς
ἀνθρώποις
τούτοις
τί
μέλλετε
πράσσειν.
36
πρὸ
γὰρ
τούτων
τῶν
ἡμέρων
ἀνέστη
Θευδᾶς
λέγων
εἶναι
τινα
ἑαυτόν,
ᾧ
προσεκλίθη
ἀνδρῶν
ἀριθμὸς
ὡς
τετρακοσίων·
ὃς
ἀνηρέθη,
καὶ
πάντες
ὅσοι
ἐπείθοντο
αὐτῷ
διελύθησαν
καὶ
ἐγένοντο
εἰς
οὐδέν.
37
μετὰ
τοῦτον
ἀνέστη
Ἰούδας
ὁ
Γαλιλαῖος
ἐν
ταῖς
ἡμέραις
τῆς
ἀπογραφῆς
καὶ
ἀπέστησεν
λαὸν
ὀπίσω
αὐτοῦ·
κακεῖνος
ἀπώλετο
καὶ
πάντες
ὅσοι
ἐπείθοντο
αὐτῷ
διεσκορπίσθησαν.
38
καὶ
τὰ
νῦν
λέγω
ὑμῖν,
ἀπόστητε
ἀπὸ
τῶν
ἀνθρώπων
τούτων
καὶ
ἄφετε
αὐτούς·
ὅτι
ἐὰν
ᾖ
ἐξ
ἀνθρώπων
ἡ
βουλὴ
αὕτη
ἢ
τὸ
ἔργον
τοῦτο
καταλυθήσεται,
39
εἰ
δὲ
ἐκ
θεοῦ
ἐστιν,
οὐ
δυνήσεσθε
καταλῦσαι
αὐτοὺς,
μήποτε
καὶ
θεομάχοι
εὑρεθῆτε.
ἐπείσθησαν
δὲ
αὐτῷ
40
καὶ
προσκαλεσάμενοι
τοὺς
ἀποστόλους
δείραντες
παρήγγειλαν
μὴ
λαλεῖν
ἐπὶ
τῷ
ὀνόματι
τοῦ
Ἰησοῦ
καὶ
ἀπέλυσαν.
41
Οἱ
μὲν
οὖν
ἐπορεύοντο
χαίροντες
ἀπὸ
προσώπου
τοῦ
συνεδρίου,
ὅτι
κατηξιώθησαν
ὑπὲρ
τοῦ
ὀνόματος
ἀτιμασθῆναι,
42
πᾶσαν
τε
ἡμέραν
ἐν
τῷ
ἱερῷ
καὶ
κατ’
οἶκον
οὐκ
ἐπαύοντο
διδάσκοντες
καὶ
εὐαγγελιζόμενοι
τὸν
χριστόν
Ἰησοῦν.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com