Biblos Study Bible The Parable of the Sower The Purpose of Parables The Parable of the Sower Explained 18ὑμεῖς οὐν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
19παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτος ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
20ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτος ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,
21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρος ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
22ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτος ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται.
23ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτος ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
The Parable of the Weeds The Parable of the Mustard Seed The Parable of the Leaven The Parable of the Weeds Explained The Parables of the Treasure and Pearl The Parable of the Net Jesus Rejected at Nazareth |