◄
Acts 16
►
Biblos Study Bible
Timothy Joins Paul and Silas
1
Κατήντησεν
δὲ
καὶ
εἰς
Δέρβην
καὶ
εἰς
Λύστραν
καὶ
ἰδοὺ
μαθητής
τις
ἦν
ἐκεῖ
ὀνόματι
Τιμόθεος
υἱὸς
γυναῖκος
Ἰουδαίας
πιστῆς,
πατρὸς
δὲ
Ἕλληνος,
2
ὃς
ἐμαρτυρεῖτο
ὑπὸ
τῶν
ἐν
Λύστροις
καὶ
Ἰκονίῳ
ἀδελφῶν.
3
τοῦτον
ἠθέλησεν
ὁ
Παῦλος
σὺν
αὐτῷ
ἐξελθεῖν,
καὶ
λαβὼν
περιέτεμεν
αὐτὸν
διὰ
τοὺς
Ἰουδαίους
τοὺς
ὄντας
ἐν
τοῖς
τόποις
ἐκείνοις·
ᾒδεισαν
γὰρ
ἅπαντες
ὅτι
Ἕλλην
ὁ
πατὴρ
αὐτοῦ
ὑπῆρχεν.
4
Ὡς
δὲ
διεπορεύοντο
τὰς
πόλεις,
παρεδίδοσαν
αὐτοῖς
φυλάσσειν
τὰ
δόγματα
τὰ
κεκριμένα
ὑπὸ
τῶν
ἀποστόλων
καὶ
πρεσβυτέρων
τῶν
ἐν
Ἱεροσολύμοις.
5
Αἱ
μὲν
οὖν
ἐκκλησίαι
ἐστερεοῦντο
τῇ
πίστει
καὶ
ἐπερίσσευον
τῷ
ἀριθμῷ
καθ’
ἡμέραν.
Paul's Vision of the Macedonian
6
Διῆλθον
δὲ
τὴν
Φρυγίαν
καὶ
Γαλατικὴν
χώραν
κωλυθέντες
ὑπὸ
τοῦ
ἁγίου
πνεύματος
λαλῆσαι
τὸν
λόγον
ἐν
τῇ
Ἀσίᾳ·
7
ἐλθόντες
δὲ
κατὰ
τὴν
Μυσίαν
ἐπείραζον
εἰς
τὴν
Βιθυνίαν
πορευθῆναι,
καὶ
οὐκ
εἴασεν
αὐτοὺς
τὸ
πνεῦμα
Ἰησοῦ·
8
παρελθόντες
δὲ
τὴν
Μυσίαν
κατέβησαν
εἰς
Τρῳάδα.
9
Καὶ
ὅραμα
διὰ
νυκτὸς
τῷ
Παύλῳ
ὤφθη,
ἀνὴρ
Μακεδών
τις
ἦν
ἑστὼς
καὶ
παρακαλῶν
αὐτὸν
καὶ
λέγων·
διαβὰς
εἰς
Μακεδονίαν
βοήθησον
ἡμῖν.
10
ὡς
δὲ
τὸ
ὅραμα
εἶδεν
εὐθέως
ἐζητήσαμεν
ἐξελθεῖν
εἰς
Μακεδονίαν
συμβιβάζοντες
ὅτι
προσκέκληται
ἡμᾶς
ὁ
θεὸς
εὐαγγελίσασθαι
αὐτούς.
Lydia Converted at Philippi
11
ἀναχθέντες
δὲ
ἀπὸ
Τρῳάδος
εὐθυδρομήσαμεν
εἰς
Σαμοθρᾴκην,
τῇ
δὲ
ἐπιούσῃ
εἰς
Νέαν
Πόλιν
12
κἀκεῖθεν
εἰς
Φιλίππους,
ἥτις
ἐστὶν
πρώτης
τῆς
μερίδος
πρώτης
τῆς
μερίδος
Μακεδονίας
πόλις
κολωνία.
ἦμεν
δὲ
ἐν
ταύτῃ
τῇ
πόλει
διατρίβοντες
ἡμέρας
τινάς.
13
τῇ
τε
ἡμέρᾳ
τῶν
σαββάτων
ἐξήλθομεν
ἔξω
τῆς
πύλης
παρὰ
ποταμὸν
οὗ
ἐνομίζομεν
προσευχὴν
εἶναι
καὶ
καθίσαντες
ἐλαλοῦμεν
ταῖς
συνελθούσαις
γυναιξίν.
14
καί
τις
γυνὴ
ὀνόματι
Λυδία
πορφυρόπωλις
πόλεως
Θυατείρων
σεβομένη
τὸν
θεὸν,
ἤκουεν,
ἧς
ὁ
κύριος
διήνοιξεν
τὴν
καρδίαν
προσέχειν
τοῖς
λαλουμένοις
ὑπὸ
Παύλου.
15
ὡς
δὲ
ἐβαπτίσθη
καὶ
ὁ
οἶκος
αὐτῆς
παρεκάλεσεν
λέγουσα·
εἰ
κεκρίκατε
με
πιστὴν
τῷ
κυρίῳ
εἶναι,
εἰσελθόντες
εἰς
τὸν
οἶκον
μου
μένετε·
καὶ
παρεβιάσατο
ἡμᾶς.
Paul and Silas in Prison
16
Ἐγένετο
δὲ
πορευομένων
ἡμῶν
εἰς
τὴν
προσευχὴν
παιδίσκην
τινὰ
ἔχουσαν
πνεῦμα
πύθωνα
ὑπαντῆσαι
ἡμῖν,
ἥτις
ἐργασίαν
πολλὴν
παρεῖχεν
τοῖς
κυρίοις
αὐτῆς
μαντευομένη.
17
αὕτη
κατακολουθοῦσα
τῷ
Παύλῳ
καὶ
ἡμῖν
ἔκραζεν
λέγουσα·
οὗτοι
οἱ
ἄνθρωποι
δοῦλοι
τοῦ
θεοῦ
τοῦ
ὑψίστου
εἰσίν,
οἵτινες
καταγγέλλουσιν
ὑμῖν
ὁδὸν
σωτηρίας.
18
τοῦτο
δὲ
ἐποίει
ἐπὶ
πολλὰς
ἡμέρας
διαπονηθεὶς
δὲ
Παῦλος
καὶ
ἐπιστρέψας
τῷ
πνεύματι
εἶπεν
παραγγέλλω
σοι
ἐν
ὀνόματι
Ἰησοῦ
Χριστοῦ
ἐξελθεῖν
ἀπ’
αὐτῆς·
καὶ
ἐξῆλθεν
αὐτῇ
τῇ
ὤρᾳ.
19
ἰδόντες
δὲ
οἱ
κύριοι
αὐτῆς
ὅτι
ἐξῆλθεν
ἡ
ἐλπὶς
τῆς
ἐργασίας
αὐτῶν,
ἐπιλαβόμενοι
τὸν
Παῦλον
καὶ
τὸν
Σιλᾶν
εἵλκυσαν
εἰς
τὴν
ἀγορὰν
ἐπὶ
τοὺς
ἄρχοντας
20
καὶ
προσαγαγόντες
αὐτοὺς
τοῖς
στρατηγοῖς
εἶπαν·
οὗτοι
οἱ
ἄνθρωποι
ἐκταράσσουσιν
ἡμῶν
τὴν
πόλιν,
Ἰουδαῖοι
ὑπάρχοντες,
21
καὶ
καταγγέλλουσιν
ἔθη
ἃ
οὐκ
ἔξεστιν
ἡμῖν
παραδέχεσθαι
οὐδὲ
ποιεῖν
῾Ρωμαίοις
οὖσιν.
22
καὶ
συνεπέστη
ὁ
ὄχλος
κατ’
αὐτῶν
καὶ
οἱ
στρατηγοὶ
περιρήξαντες
αὐτῶν
τὰ
ἱμάτια
ἐκέλευον
ῥαβδίζειν,
23
πολλάς
δὲ
ἐπιθέντες
αὐτοῖς
πληγὰς
ἔβαλον
εἰς
φυλακὴν
παραγγείλαντες
τῷ
δεσμοφύλακι
ἀσφαλῶς
τηρεῖν
αὐτούς.
24
ὃς
παραγγελίαν
τοιαύτην
λαβὼν
ἔβαλεν
αὐτοὺς
εἰς
τὴν
ἐσωτέραν
φυλακὴν
καὶ
τοὺς
πόδας
ἠσφαλίσατο
αὐτῶν
εἰς
τὸ
ξύλον.
The Conversion of the Jailer
25
Κατὰ
δὲ
τὸ
μεσονύκτιον
Παῦλος
καὶ
Σιλᾶς
προσευχόμενοι
ὕμνουν
τὸν
θεὸν,
ἐπηκροῶντο
δὲ
αὐτῶν
οἱ
δέσμιοι.
26
ἄφνω
δὲ
σεισμὸς
ἐγένετο
μέγας
ὥστε
σαλευθῆναι
τὰ
θεμέλια
τοῦ
δεσμωτηρίου·
ἠνεῴχθησαν
δὲ
παραχρῆμα
αἱ
θύραι
πᾶσαι
καὶ
πάντων
τὰ
δεσμὰ
ἀνέθη.
27
ἔξυπνος
δὲ
γενόμενος
ὁ
δεσμοφύλαξ
καὶ
ἰδὼν
ἀνεῳγμένας
τὰς
θύρας
τῆς
φυλακῆς,
σπασάμενος
τὴν
μάχαιραν
ἤμελλεν
ἑαυτὸν
ἀναιρεῖν
νομίζων
ἐκπεφευγέναι
τοὺς
δεσμίους.
28
ἐφώνησεν
δὲ
Παῦλος
μεγάλῃ
φωνῇ
λέγων·
μηδὲν
πράξῃς
σεαυτῷ
κακόν,
ἅπαντες
γὰρ
ἐσμεν
ἐνθάδε.
29
αἰτήσας
δὲ
φῶτα
εἰσεπήδησεν
καὶ
ἔντρομος
γενόμενος
προσέπεσεν
τῷ
Παύλῳ
καὶ
Σιλᾷ
30
καὶ
προαγαγὼν
αὐτοὺς
ἔξω
ἔφη·
κύριοι,
τί
με
δεῖ
ποιεῖν
ἵνα
σωθῶ;
31
οἱ
δὲ
εἶπαν·
πίστευσον
ἐπὶ
τὸν
κύριον
Ἰησοῦν
καὶ
σωθήσῃ
σὺ
καὶ
ὁ
οἶκος
σου.
32
καὶ
ἐλάλησαν
αὐτῷ
τὸν
λόγον
τοῦ
θεοῦ
σὺν
πᾶσιν
τοῖς
ἐν
τῇ
οἰκίᾳ
αὐτοῦ.
33
καὶ
παραλαβὼν
αὐτοὺς
ἐν
ἐκείνῃ
τῇ
ὥρᾳ
τῆς
νυκτὸς
ἔλουσεν
ἀπὸ
τῶν
πληγῶν,
καὶ
ἐβαπτίσθη
αὐτὸς
καὶ
οἱ
αὐτοῦ
ἅπαντες
παραχρῆμα,
34
ἀναγαγών
τε
αὐτοὺς
εἰς
τὸν
οἶκον
παρέθηκεν
τράπεζαν
καὶ
ἠγαλλιάσατο
πανοικεὶ
πεπιστευκὼς
τῷ
θεῷ.
Paul and Silas Are Released
35
Ἡμέρας
δὲ
γενομένης
ἀπέστειλαν
οἱ
στρατηγοὶ
τοὺς
ῥαβδούχους
λέγοντες·
ἀπόλυσον
τοὺς
ἀνθρώπους
ἐκείνους.
36
ἀπήγγειλεν
δὲ
ὁ
δεσμοφύλαξ
τοὺς
λόγους
πρὸς
τὸν
Παῦλον
ὅτι
ἀπέσταλκαν
οἱ
στρατηγοὶ
ἵνα
ἀπολυθῆτε·
νῦν
οὖν
ἐξελθόντες
πορευέσθε
ἐν
εἰρήνῃ.
37
ὁ
δὲ
Παῦλος
ἔφη
πρὸς
αὐτούς·
δείραντες
ἡμᾶς
δημοσίᾳ
ἀκατακρίτους
ἀνθρώπους
῾Ρωμαίους
ὑπάρχοντας,
ἔβαλαν
εἰς
φυλακήν,
καὶ
νῦν
λάθρᾳ
ἡμᾶς
ἐκβάλλουσιν;
οὐ
γὰρ,
ἀλλὰ
ἐλθόντες
αὐτοὶ
ἡμᾶς
ἐξαγαγέτωσαν.
38
ἀπήγγειλαν
δὲ
τοῖς
στρατηγοῖς
οἱ
ῥαβδοῦχοι
τὰ
ῥήματα
ταῦτα.
ἐφοβήθησαν
δὲ
ἀκούσαντες
ὅτι
῾Ρωμαῖοι
εἰσιν,
39
καὶ
ἐλθόντες
παρεκάλεσαν
αὐτοὺς
καὶ
ἐξαγαγόντες
ἠρώτων
ἀπελθεῖν
ἀπὸ
τῆς
πόλεως.
40
ἐξελθόντες
δὲ
ἀπὸ
τῆς
φυλακῆς
εἰσῆλθον
πρὸς
τὴν
Λυδίαν
καὶ
ἰδόντες
παρεκάλεσαν
τοὺς
ἀδελφοὺς
καὶ
ἐξῆλθαν.
Biblos Study Bible
Section Headings Courtesy INT Bible
© 2012, Used by Permission
Bible Apps.com
Bible Apps.com